<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="691">ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο</l><l n="692">χειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντες</l><l n="693">ταρφέες· ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε</l><l n="694">καιομένη, λάκε δʼ ἀμφὶ πυρὶ μεγάλʼ ἄσπετος ὕλη.</l><l n="695">ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθρα</l><l n="696">πόντος τʼ ἀτρύγετος· τοὺς δʼ ἄμφεπε θερμὸς ἀυτμὴ</l><l n="697">Τιτῆνας χθονίους, φλὸξ δʼ αἰθέρα δῖαν ἵκανεν</l><l n="698">ἄσπετος, ὄσσε δʼ ἄμερδε καὶ ἰφθίμων περ ἐόντων</l><l n="699">αὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε.</l><l n="700">καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος· εἴσατο δʼ ἄντα</l><l n="701">ὀφθαλμοῖσιν ἰδεῖν ἠδʼ οὔασι ὄσσαν ἀκοῦσαι</l><l n="702">αὔτως, ὡς εἰ Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε</l><l n="703">πίλνατο· τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει</l><l n="704">τῆς μὲν ἐρειπομένης, τοῦ δʼ ὑψόθεν ἐξεριπόντος·</l><l n="705">τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων. </l><l n="706">σὺν δʼ ἄνεμοι ἔνοσίν τε κονίην τʼ ἐσφαράγιζον</l><l n="707">βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν,</l><l n="708">κῆλα Διὸς μεγάλοιο, φέρον δʼ ἰαχήν τʼ ἐνοπήν τε</l><l n="709">ἐς μέσον ἀμφοτέρων· ὄτοβος δʼ ἄπλητος ὀρώρει</l><l n="710">σμερδαλέης ἔριδος, κάρτος δʼ ἀνεφαίνετο ἔργων.</l><l n="711">ἐκλίνθη δὲ μάχη· πρὶν δʼ ἀλλήλοις ἐπέχοντες</l><l n="712">ἐμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας.</l><l n="713"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρʼ ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειραν</l><l n="714">Κόττος τε Βριάρεώς τε Γύης τʼ ἄατος πολέμοιο,</l><l n="715">οἵ ῥα τριηκοσίας πέτρας στιβαρῶν ἀπὸ χειρῶν</l><l n="716">πέμπον ἐπασσυτέρας, κατὰ δʼ ἐσκίασαν βελέεσσι</l><l n="717">Τιτῆνας, καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείης</l><l n="718">πέμψαν καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησαν</l><l n="719">χερσὶν νικήσαντες ὑπερθύμους περ ἐόντας,</l><l n="720">τόσσον ἔνερθʼ ὑπὸ γῆς, ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·</l></div></body></text></TEI>