<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="669">οὕς τε Ζεὺς Ἐρέβευσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε</l><l n="670">δεινοί τε κρατεροί τε, βίην ὑπέροπλον ἔχοντες.</l><l n="671">τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο</l><l n="672">πᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα</l><l n="673">ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.</l><l n="674">οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ</l><l n="675">πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες. </l><l n="676">Τιτῆνες δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας</l><l n="677">προφρονέως, χειρῶν τε βίης θʼ ἅμα ἔργον ἔφαινον</l><l n="678">ἀμφότεροι· δεινὸν δὲ περίαχε πόντος ἀπείρων,</l><l n="679">γῆ δὲ μέγʼ ἐσμαράγησεν, ἐπέστενε δʼ οὐρανὸς εὐρὺς</l><l n="680">σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος</l><l n="681">ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἵκανε βαρεῖα</l><l n="682">Τάρταρον ἠερόεντα, ποδῶν τʼ αἰπεῖα ἰωὴ</l><l n="683">ἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων·</l><l n="684">ὣς ἄρʼ ἐπʼ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα.</l><l n="685">φωνὴ δʼ ἀμφοτέρων ἵκετʼ οὐρανὸν ἀστερόεντα</l><l n="686">κεκλομένων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.</l><milestone ed="p" unit="card" n="687"/><l n="687"><milestone ed="P" unit="para"/>οὐδʼ ἄρʼ ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος, ἀλλά νυ τοῦ
                    γε</l><l n="688">εἶθαρ μὲν μένεος πλῆντο φρένες, ἐκ δέ τε πᾶσαν</l><l n="689">φαῖνε βίην· ἄμυδις δʼ ἄρʼ ἀπʼ οὐρανοῦ ἠδʼ ἀπʼ Ὀλύμπου</l><l n="690">ἀστράπτων ἔστειχε συνωχαδόν· οἱ δὲ κεραυνοὶ</l></div></body></text></TEI>