<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><sp><l n="647">νίκης καὶ κράτεος πέρι μαρνάμεθʼ ἤματα πάντα</l><l n="648">Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα.</l><l n="649">ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους</l><l n="650">φαίνετε Τιτήνεσσιν ἐναντίοι ἐν δαῒ λυγρῇ</l><l n="651">μνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντες</l><l n="652">ἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ</l><l n="653">ἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος.</l></sp><milestone ed="p" unit="card" n="654"/><l n="654"><milestone ed="P" unit="para"/>ὣς φάτο· τὸν δʼ ἐξαῦτις ἀμείβετο Κόττος
                    ἀμύμων·</l><l n="655"><milestone ed="P" unit="para"/>Δαιμόνιʼ, οὐκ ἀδάητα πιφαύσκεαι· ἀλλὰ καὶ
                    αὐτοὶ</l><l n="656">ἴδμεν, ὅ τοι περὶ μὲν πραπίδες, περὶ δʼ ἐστὶ νόημα,</l><l n="657">ἀλκτὴρ δʼ ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο.</l><l n="658">σῇσι δʼ ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντος</l><l n="659">ἄψορρον δʼ† ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶν</l><l n="660">ἠλύθομεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες.</l><l n="661">τῷ καὶ νῦν ἀτενεῖ τε νόῳ καὶ ἐπίφρονι βουλῇ</l><l n="662">ῥυσόμεθα κράτος ὑμὸν ἐν αἰνῇ δηϊοτῆτι</l><l n="663">μαρνάμενοι Τιτῆσιν ἀνὰ κρατερὰς ὑσμίνας.</l><l n="664"><milestone ed="P" unit="para"/>ὣς φάτʼ· ἐπῄνεσσαν δὲ θεοί, δωτῆρες ἐάων,</l><l n="665">μῦθον ἀκούσαντες· πολέμου δʼ ἐλιλαίετο θυμὸς</l><l n="666">μᾶλλον ἔτʼ ἢ τὸ πάροιθε· μάχην δʼ ἀμέγαρτον ἔγειραν</l><l n="667">πάντες, θήλειαι τε καὶ ἄρσενες, ἤματι κείνῳ,</l><l n="668">Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,</l></div></body></text></TEI>