ἀντίον ἀλλήλοισι διὰ κρατερὰς ὑσμίνας, οἳ μὲν ἀφʼ ὑψηλῆς Ὄθρυος Τιτῆνες ἀγαυοί, οἳ δʼ ἄρʼ ἀπʼ Οὐλύμποιο θεοί, δωτῆρες ἐάων, οὓς τέκεν ἠύκομος Ῥείη Κρόνῳ εὐνηθεῖσα. οἵ ῥα τότʼ ἀλλήλοισι χόλον θυμαλγέʼ ἔχοντες συνεχέως ἐμάχοντο δέκα πλείους ἐνιαυτούς· οὐδέ τις ἦν ἔριδος χαλεπῆς λύσις οὐδὲ τελευτὴ οὐδετέροις, ἶσον δὲ τέλος τέτατο πτολέμοιο. ἀλλʼ ὅτε δὴ κείνοισι παρέσχεθεν ἄρμενα πάντα, νέκταρ τʼ ἀμβροσίην τε, τά περ θεοὶ αὐτοὶ ἔδουσι, πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ. ὡς νέκταρ τʼ ἐπάσαντο καὶ ἀμβροσίην ἐρατεινήν, δὴ τότε τοῖς μετέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε· κέκλυτε μευ, Γαίης τε καὶ Οὐρανοῦ ἀγλαὰ τέκνα, ὄφρʼ εἴπω, τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. ἤδη γὰρ μάλα δηρὸν ἐναντίοι ἀλλήλοισι νίκης καὶ κράτεος πέρι μαρνάμεθʼ ἤματα πάντα Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα. ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους φαίνετε Τιτήνεσσιν ἐναντίοι ἐν δαῒ λυγρῇ μνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντες ἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ ἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος. ὣς φάτο· τὸν δʼ ἐξαῦτις ἀμείβετο Κόττος ἀμύμων· Δαιμόνιʼ, οὐκ ἀδάητα πιφαύσκεαι· ἀλλὰ καὶ αὐτοὶ ἴδμεν, ὅ τοι περὶ μὲν πραπίδες, περὶ δʼ ἐστὶ νόημα, ἀλκτὴρ δʼ ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο. σῇσι δʼ ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντος ἄψορρον δʼ† ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶν ἠλύθομεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες.