<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="603">ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶν</l><l n="604">μὴ γῆμαι ἐθέλῃ, ὀλοὸν δʼ ἐπὶ γῆρας ἵκοιτο</l><l n="605">χήτεϊ γηροκόμοιο· ὅ γʼ οὐ βιότου ἐπιδευὴς</l><l n="606">ζώει, ἀποφθιμένου δὲ διὰ κτῆσιν δατέονται</l><l n="607">χηρωσταί· ᾧ δʼ αὖτε γάμου μετὰ μοῖρα γένηται,</l><l n="608">κεδνὴν δʼ ἔσχεν ἄκοιτιν ἀρηρυῖαν πραπίδεσσι,</l><l n="609">τῷ δέ τʼ ἀπʼ αἰῶνος κακὸν ἐσθλῷ ἀντιφερίζει</l><l n="610">ἐμμενές· ὃς δέ κε τέτμῃ ἀταρτηροῖο γενέθλης, </l><l n="611">ζώει ἐνὶ στήθεσσιν ἔχων ἀλίαστον ἀνίην</l><l n="612">θυμῷ καὶ κραδίῃ, καὶ ἀνήκεστον κακόν ἐστιν.</l><l n="613"><milestone ed="P" unit="para"/>ὣς οὐκ ἔστι Διὸς κλέψαι νόον οὐδὲ παρελθεῖν.</l><l n="614">οὐδὲ γὰρ Ἰαπετιονίδης ἀκάκητα Προμηθεὺς</l><l n="615">τοῖό γʼ ὑπεξήλυξε βαρὺν χόλον, ἀλλʼ ὑπʼ ἀνάγκης</l><l n="616">καὶ πολύιδριν ἐόντα μέγας κατὰ δεσμὸς ἐρύκει.</l><milestone ed="p" unit="card" n="617"/><l n="617"><milestone ed="P" unit="para"/>Βριάρεῳ δʼ ὡς πρῶτα πατὴρ ὠδύσσατο θυμῷ</l><l n="618">Κόττῳ τʼ ἠδὲ Γύῃ, δῆσεν κρατερῷ ἐνὶ δεσμῷ</l><l n="619">ἠνορέην ὑπέροπλον ἀγώμενος ἠδὲ καὶ εἶδος</l><l n="620">καὶ μέγεθος· κατένασσε δʼ ὑπὸ χθονὸς εὐρυοδείης. </l><l n="621">ἔνθʼ οἵ γʼ ἄλγεʼ ἔχοντες ὑπὸ χθονὶ ναιετάοντες</l><l n="622">εἵατʼ ἐπʼ ἐσχατιῇ, μεγάλης ἐν πείρασι γαίης,</l><l n="623">δηθὰ μάλʼ ἀχνύμενοι, κραδίῃ μέγα πένθος ἔχοντες.</l><l n="624">ἀλλά σφεας Κρονίδης τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι,</l></div></body></text></TEI>