Ζεὺς ὑψιβρεμέτης θῆκεν, ξυνήονας ἔργων ἀργαλέων· ἕτερον δὲ πόρεν κακὸν ἀντʼ ἀγαθοῖο· ὅς κε γάμον φεύγων καὶ μέρμερα ἔργα γυναικῶν μὴ γῆμαι ἐθέλῃ, ὀλοὸν δʼ ἐπὶ γῆρας ἵκοιτο χήτεϊ γηροκόμοιο· ὅ γʼ οὐ βιότου ἐπιδευὴς ζώει, ἀποφθιμένου δὲ διὰ κτῆσιν δατέονται χηρωσταί· ᾧ δʼ αὖτε γάμου μετὰ μοῖρα γένηται, κεδνὴν δʼ ἔσχεν ἄκοιτιν ἀρηρυῖαν πραπίδεσσι, τῷ δέ τʼ ἀπʼ αἰῶνος κακὸν ἐσθλῷ ἀντιφερίζει ἐμμενές· ὃς δέ κε τέτμῃ ἀταρτηροῖο γενέθλης, ζώει ἐνὶ στήθεσσιν ἔχων ἀλίαστον ἀνίην θυμῷ καὶ κραδίῃ, καὶ ἀνήκεστον κακόν ἐστιν. ὣς οὐκ ἔστι Διὸς κλέψαι νόον οὐδὲ παρελθεῖν. οὐδὲ γὰρ Ἰαπετιονίδης ἀκάκητα Προμηθεὺς τοῖό γʼ ὑπεξήλυξε βαρὺν χόλον, ἀλλʼ ὑπʼ ἀνάγκης καὶ πολύιδριν ἐόντα μέγας κατὰ δεσμὸς ἐρύκει. Βριάρεῳ δʼ ὡς πρῶτα πατὴρ ὠδύσσατο θυμῷ Κόττῳ τʼ ἠδὲ Γύῃ, δῆσεν κρατερῷ ἐνὶ δεσμῷ ἠνορέην ὑπέροπλον ἀγώμενος ἠδὲ καὶ εἶδος καὶ μέγεθος· κατένασσε δʼ ὑπὸ χθονὸς εὐρυοδείης. ἔνθʼ οἵ γʼ ἄλγεʼ ἔχοντες ὑπὸ χθονὶ ναιετάοντες εἵατʼ ἐπʼ ἐσχατιῇ, μεγάλης ἐν πείρασι γαίης, δηθὰ μάλʼ ἀχνύμενοι, κραδίῃ μέγα πένθος ἔχοντες. ἀλλά σφεας Κρονίδης τε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, οὓς τέκεν ἠύκομος Ῥείη Κρόνου ἐν φιλότητι, Γαίης φραδμοσύνῃσιν ἀνήγαγον ἐς φάος αὖτις· αὐτὴ γάρ σφιν ἅπαντα διηνεκέως κατέλεξε σὺν κείνοις νίκην τε καὶ ἀγλαὸν εὖχος ἀρέσθαι. δηρὸν γὰρ μάρναντο πόνον θυμαλγέʼ ἔχοντες Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο,