<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="571">γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις</l><l n="572">παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς.</l><l n="573">ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη</l><l n="574">ἀργυφέη ἐσθῆτι· κατὰ κρῆθεν δὲ καλύπτρην</l><l n="575">δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι·</l><l n="576"><del>ἀμφὶ δέ οἱ στεφάνους, νεοθηλέος ἄνθεα ποίης,</del></l><l n="577"><del>ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη.</del></l><l n="578">ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε,</l><l n="579">τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις</l><l n="580">ἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί.</l><l n="581">τῇ δʼ ἐνὶ δαίδαλα πολλὰ τετεύχατο, θαῦμα ἰδέσθαι,</l><l n="582">κνώδαλʼ, ὅσʼ ἤπειρος πολλὰ τρέφει ἠδὲ θάλασσα,</l><l n="583">τῶν ὅ γε πόλλʼ ἐνέθηκε,—χάρις δʼ ἀπελάμπετο πολλή,—</l><l n="584">θαυμάσια, ζῴοισιν ἐοικότα φωνήεσσιν.</l><milestone ed="p" unit="card" n="585"/><l n="585"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ δὴ τεῦξε καλὸν κακὸν ἀντʼ ἀγαθοῖο. </l><l n="586">ἐξάγαγʼ, ἔνθα περ ἄλλοι ἔσαν θεοὶ ἠδʼ ἄνθρωποι,</l><l n="587">κόσμῳ ἀγαλλομένην γλαυκώπιδος ὀβριμοπάτρης.</l><l n="588">θαῦμα δʼ ἔχʼ ἀθανάτους τε θεοὺς θνητούς τʼ ἀνθρώπους,</l><l n="589">ὡς εἶδον δόλον αἰπύν, ἀμήχανον ἀνθρώποισιν.</l><l n="590"><milestone ed="P" unit="para"/>ἐκ τῆς γὰρ γένος ἐστὶ γυναικῶν θηλυτεράων, </l><l n="591"><del>τῆς γὰρ ὀλώιόν ἐστι γένος καὶ φῦλα γυναικῶν,</del></l><l n="592">πῆμα μέγʼ αἳ θνητοῖσι μετʼ ἀνδράσι ναιετάουσιν</l><l n="593">οὐλομένης πενίης οὐ σύμφοροι, ἀλλὰ κόροιο.</l><l n="594">ὡς δʼ ὁπότʼ ἐν σμήνεσσι κατηρεφέεσσι μέλισσαι</l><l n="595">κηφῆνας βόσκωσι, κακῶν ξυνήονας ἔργων—</l><l n="596">αἳ μέν τε πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα</l><l n="597">ἠμάτιαι σπεύδουσι τιθεῖσί τε κηρία λευκά,</l><l n="598">οἳ δʼ ἔντοσθε μένοντες ἐπηρεφέας κατὰ σίμβλους</l><l n="599">ἀλλότριον κάματον σφετέρην ἐς γαστέρʼ ἀμῶνται—</l><l n="600">ὣς δʼ αὔτως ἄνδρεσσι κακὸν θνητοῖσι γυναῖκας</l></div></body></text></TEI>