<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="559"><milestone ed="P" unit="para"/>Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,</l><l n="560">ὦ πέπον, οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης.</l><l n="561"><milestone ed="P" unit="para"/>ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς·</l><l n="562">ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ</l><l n="563">οὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιο</l><l n="564">θνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν.</l><l n="565">ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖο</l><l n="566">κλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον. αὐγὴν</l><l n="567">ἐν κοΐλῳ νάρθηκι· δάκεν δέ ἑ νειόθι θυμόν,</l><l n="568">Ζῆνʼ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ,</l><l n="569">ὡς ἴδʼ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν.</l><l n="570">αὐτίκα δʼ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν·</l><l n="571">γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις</l><l n="572">παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς.</l><l n="573">ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη</l><l n="574">ἀργυφέη ἐσθῆτι· κατὰ κρῆθεν δὲ καλύπτρην</l><l n="575">δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι·</l><l n="576"><del>ἀμφὶ δέ οἱ στεφάνους, νεοθηλέος ἄνθεα ποίης,</del></l><l n="577"><del>ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη.</del></l><l n="578">ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε,</l><l n="579">τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις</l><l n="580">ἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί.</l></div></body></text></TEI>