εὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ. δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε· Ἰαπετιονίδη, πάντων ἀριδείκετʼ ἀνάκτων, ὦ πέπον, ὡς ἑτεροζήλως διεδάσσαο μοίρας. ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς. τὸν δʼ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης ἦκʼ ἐπιμειδήσας, δολίης δʼ οὐ λήθετο τέχνης· ζεῦ κύδιστε μέγιστε θεῶν αἰειγενετάων, τῶν δʼ ἕλεʼ, ὁπποτέρην σε ἐνὶ φρεσὶ θυμὸς ἀνώγει. Φῆ ῥα δολοφρονέων· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς γνῶ ῥʼ οὐδʼ ἠγνοίησε δόλον· κακὰ δʼ ὄσσετο θυμῷ θνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλεν. χερσὶ δʼ ὅ γʼ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ. χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν, ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ. ἐκ τοῦ δʼ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων καίουσʼ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς, ὦ πέπον, οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης. ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς· ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ οὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιο θνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν. ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖο κλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον. αὐγὴν ἐν κοΐλῳ νάρθηκι· δάκεν δέ ἑ νειόθι θυμόν, Ζῆνʼ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ, ὡς ἴδʼ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν. αὐτίκα δʼ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν·