<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="537">δασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων.</l><l n="538">τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷ</l><l n="539">ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ,</l><l n="540">τῷ δʼ αὖτʼ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ</l><l n="541">εὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ.</l><l n="542">δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><sp><l n="543"><milestone ed="P" unit="para"/>Ἰαπετιονίδη, πάντων ἀριδείκετʼ ἀνάκτων,</l><l n="544">ὦ πέπον, ὡς ἑτεροζήλως διεδάσσαο μοίρας.</l></sp><milestone ed="p" unit="card" n="545"/><l n="545"><milestone ed="P" unit="para"/>ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς. </l><l n="546">τὸν δʼ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης</l><l n="547">ἦκʼ ἐπιμειδήσας, δολίης δʼ οὐ λήθετο τέχνης·</l><l n="548"><milestone ed="P" unit="para"/>ζεῦ κύδιστε μέγιστε θεῶν αἰειγενετάων,</l><l n="549">τῶν δʼ ἕλεʼ, ὁπποτέρην σε ἐνὶ φρεσὶ θυμὸς ἀνώγει.</l><l n="550">Φῆ ῥα δολοφρονέων· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς</l><l n="551">γνῶ ῥʼ οὐδʼ ἠγνοίησε δόλον· κακὰ δʼ ὄσσετο θυμῷ</l><l n="552">θνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλεν.</l><l n="553">χερσὶ δʼ ὅ γʼ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ.</l><l n="554">χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν,</l><l n="555">ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ. </l><l n="556">ἐκ τοῦ δʼ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων</l><l n="557">καίουσʼ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν.</l><l n="558">τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·</l></div></body></text></TEI>