<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="511">ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τʼ Ἐπιμηθέα</l><l n="512">ὃς κακὸν ἐξ ἀρχῆς γένετʼ ἀνδράσιν ἀλφηστῇσιν·</l><l n="513">πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα</l><l n="514">παρθένον. ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς</l><l n="515">εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ</l><l n="516">εἵνεκʼ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου.</l><l n="517">Ἄτλας δʼ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπʼ ἀνάγκης</l><l n="518">πείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων,</l><l n="519">ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν·</l><l n="520">ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς. </l><l n="521">δῆσε δʼ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον</l><l n="522">δεσμοῖς ἀργαλέοισι μέσον διὰ κίονʼ ἐλάσσας·</l><l n="523">καί οἱ ἐπʼ αἰετὸν ὦρσε τανύπτερον· αὐτὰρ ὅ γʼ ἧπαρ</l><l n="524">ἤσθιεν ἀθάνατον, τὸ δʼ ἀέξετο ἶσον ἁπάντη</l><l n="525">νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις.</l><l n="526">τὸν μὲν ἄρʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸς</l><l n="527">Ἡρακλέης ἔκτεινε, κακὴν δʼ ἀπὸ νοῦσον ἄλαλκεν</l><l n="528">Ἰαπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάων</l><l n="529">οὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὑψιμέδοντος,</l><l n="530">ὄφρʼ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη</l><l n="531">πλεῖον ἔτʼ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν.</l><l n="532">ταῦτʼ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν·</l><l n="533">καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν,</l><l n="534">οὕνεκʼ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι.</l><l n="535">καὶ γὰρ ὅτʼ ἐκρίνοντο θεοὶ θνητοί τʼ ἄνθρωποι</l><l n="536">Μηκώνῃ, τότʼ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ</l><l n="537">δασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων.</l><l n="538">τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷ</l><l n="539">ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ,</l><l n="540">τῷ δʼ αὖτʼ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ</l></div></body></text></TEI>