<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="451">ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς.</l><l n="452">οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέ τε τιμαί.</l><milestone ed="p" unit="card" n="453"/><l n="453"><milestone ed="P" unit="para"/>Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα,</l><l n="454">Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον</l><l n="455">ἴφθιμόν τʼ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει</l><l n="456">νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον</l><l n="457">Ζῆνά τε μητιόεντα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,</l><l n="458">τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών.</l><l n="459">καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος</l><l n="460">νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθʼ ἵκοιτο, </l><l n="461">τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων</l><l n="462">ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν.</l><l n="463">πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος,</l><l n="464">οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι</l><l n="465">καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς·</l><l n="466">τῷ ὅ γʼ ἄρʼ οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων</l><l n="467">παῖδας ἑοὺς κατέπινε· Ῥέην δʼ ἔχε πένθος ἄλαστον.</l><l n="468">ἀλλʼ ὅτε δὴ Δίʼ ἔμελλε θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν</l><l n="469">τέξεσθαι, τότʼ ἔπειτα φίλους λιτάνευε τοκῆας</l><l n="470">τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα,</l><l n="471">μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα</l><l n="472">παῖδα φίλον, τίσαιτο δʼ ἐρινῦς πατρὸς ἑοῖο</l><l n="473">παίδων θʼ, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης.</l><l n="474">οἳ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,</l><l n="475">καί οἱ πεφραδέτην, ὅσα περ πέπρωτο γενέσθαι</l><l n="476">ἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ.</l><l n="477">πέμψαν δʼ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον,</l><l n="478">ὁππότʼ ἄρʼ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε,</l><l n="479">Ζῆνα μέγαν· τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη</l><l n="480">Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε. </l></div></body></text></TEI>