ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς. οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέ τε τιμαί. Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα, Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον ἴφθιμόν τʼ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον Ζῆνά τε μητιόεντα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν, τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών. καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθʼ ἵκοιτο, τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν. πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος, οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς· τῷ ὅ γʼ ἄρʼ οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων παῖδας ἑοὺς κατέπινε· Ῥέην δʼ ἔχε πένθος ἄλαστον. ἀλλʼ ὅτε δὴ Δίʼ ἔμελλε θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν τέξεσθαι, τότʼ ἔπειτα φίλους λιτάνευε τοκῆας τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα, μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα παῖδα φίλον, τίσαιτο δʼ ἐρινῦς πατρὸς ἑοῖο παίδων θʼ, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης. οἳ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο, καί οἱ πεφραδέτην, ὅσα περ πέπρωτο γενέσθαι ἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ. πέμψαν δʼ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον, ὁππότʼ ἄρʼ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε, Ζῆνα μέγαν· τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε.