<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="391">ἀθανάτους ἐκάλεσσε θεοὺς ἐς μακρὸν Ὄλυμπον,</l><l n="392">εἶπε δʼ, ὃς ἂν μετὰ εἷο θεῶν Τιτῆσι μάχοιτο,</l><l n="393">μή τινʼ ἀπορραίσειν γεράων, τιμὴν δὲ ἕκαστον</l><l n="394">ἑξέμεν, ἣν τὸ πάρος γε μετʼ ἀθανάτοισι θεοῖσιν</l><l n="395">τὸν δʼ ἔφαθʼ, ὅστις ἄτιμος ὑπὸ Κρόνου ἠδʼ ἀγέραστος,</l><l n="396">τιμῆς καὶ γεράων ἐπιβησέμεν, ἧ θέμις ἐστίν.</l><l n="397">ἦλθε δʼ ἄρα πρώτη Στὺξ ἄφθιτος Οὔλυμπόνδε</l><l n="398">σὺν σφοῖσιν παίδεσσι φίλου διὰ μήδεα πατρός.</l><l n="399">τὴν δὲ Ζεὺς τίμησε, περισσὰ δὲ δῶρα δέδωκεν.</l><l n="400">αὐτὴν μὲν γὰρ ἔθηκε θεῶν μέγαν ἔμμεναι ὅρκον, </l><l n="401">παῖδας δʼ ἤματα πάντα ἑοῦ μεταναιέτας εἶναι.</l><l n="402">ὣς δʼ αὔτως πάντεσσι διαμπερές, ὥς περ ὑπέστη,</l><l n="403">ἐξετέλεσσʼ· αὐτὸς δὲ μέγα κρατεῖ ἠδὲ ἀνάσσει.</l><milestone ed="p" unit="card" n="404"/><l n="404"><milestone ed="P" unit="para"/>φοίβη δʼ αὖ Κοίου πολυήρατον ἦλθεν ἐς εὐνήν·</l><l n="405">κυσαμένη δὴ ἔπειτα θεὰ θεοῦ ἐν φιλότητι</l><l n="406">Λητὼ κυανόπεπλον ἐγείνατο, μείλιχον αἰεί,</l><l n="407">ἤπιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν,</l><l n="408">μείλιχον ἐξ ἀρχῆς, ἀγανώτατον ἐντὸς Ὀλύμπου.</l><l n="409">γείνατο δʼ Ἀστερίην ἐυώνυμον, ἥν ποτε Πέρσης</l><l n="410">ἠγάγετʼ ἐς μέγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν. </l><l n="411">ἢ δʼ ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντων</l><l n="412">Ζεὺς Κρονίδης τίμησε· πόρεν δέ οἱ ἀγλαὰ δῶρα,</l><l n="413">μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.</l><l n="414">ἣ δὲ καὶ ἀστερόεντος ἀπʼ οὐρανοῦ ἔμμορε τιμῆς</l><l n="415">ἀθανάτοις τε θεοῖσι τετιμένη ἐστὶ μάλιστα. </l><l n="416">καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων</l><l n="417">ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται,</l><l n="418">κικλῄσκει Ἑκάτην. πολλή τέ οἱ ἕσπετο τιμὴ</l><l n="419">ῥεῖα μάλʼ, ᾧ πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς,</l><l n="420">καί τέ οἱ ὄλβον ὀπάζει, ἐπεὶ δύναμίς γε πάρεστιν.</l></div></body></text></TEI>