<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="31">δρέψασαι, θηητόν· ἐνέπνευσαν δέ μοι αὐδὴν</l><l n="32">θέσπιν, ἵνα κλείοιμι τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα.</l><l n="33">καί μʼ ἐκέλονθʼ ὑμνεῖν μακάρων γένος αἰὲν ἐόντων,</l><l n="34">σφᾶς δʼ αὐτὰς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδειν.</l><l n="35">ἀλλὰ τί ἦ μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην; </l><l n="36"><milestone ed="P" unit="para"/>τύνη, Μουσάων ἀρχώμεθα, ταὶ Διὶ πατρὶ</l><l n="37">ὑμνεῦσαι τέρπουσι μέγαν νόον ἐντὸς Ὀλύμπου,</l><l n="38">εἰρεῦσαι τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα,</l><l n="39">φωνῇ ὁμηρεῦσαι· τῶν δʼ ἀκάματος ῥέει αὐδὴ</l><l n="40">ἐκ στομάτων ἡδεῖα· γελᾷ δέ τε δώματα πατρὸς</l><l n="41">Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσῃ</l><l n="42">σκιδναμένῃ· ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπου</l><l n="43">δώματά τʼ ἀθανάτων. αἳ δʼ ἄμβροτον ὄσσαν ἱεῖσαι</l><l n="44">θεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇ</l><l n="45">ἐξ ἀρχῆς, οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν,</l><l n="46">οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων.</l><l n="47">δεύτερον αὖτε Ζῆνα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν,</l><l n="48">ἀρχόμεναί θʼ ὑμνεῦσι καὶ ἐκλήγουσαι ἀοιδῆς,</l><l n="49">ὅσσον φέρτατός ἐστι θεῶν κράτεί τε μέγιστος.</l><l n="50">αὖτις δʼ ἀνθρώπων τε γένος κρατερῶν τε Γιγάντων</l><l n="51">ὑμνεῦσαι τέρπουσι Διὸς νόον ἐντὸς Ὀλύμπου</l><l n="52">Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.</l><milestone ed="p" unit="card" n="53"/><l n="53"><milestone ed="P" unit="para"/>τὰς ἐν Πιερίῃ Κρονίδῃ τέκε πατρὶ μιγεῖσα</l><l n="54">Μνημοσύνη, γουνοῖσιν Ἐλευθῆρος μεδέουσα,</l><l n="55">λησμοσύνην τε κακῶν ἄμπαυμά τε μερμηράων. </l><l n="56">ἐννέα γάρ οἱ νυκτὸς ἐμίσγετο μητίετα Ζεὺς</l><l n="57">νόσφιν ἀπʼ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων·</l><l n="58">ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι</l><l n="59">μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη,</l><l n="60">ἣ δʼ ἔτεκʼ ἐννέα κούρας ὁμόφρονας, ᾗσιν ἀοιδὴ</l></div></body></text></TEI>