ἐσσυμένως ἤμησε, πάλιν δʼ ἔρριψε φέρεσθαι ἐξοπίσω· τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός· ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι, πάσας δέξατο Γαῖα· περιπλομένων δʼ ἐνιαυτῶν γείνατʼ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας, τεύχεσι λαμπομένους, δολίχʼ ἔγχεα χερσὶν ἔχοντας, Νύμφας θʼ ἃς Μελίας καλέουσʼ ἐπʼ ἀπείρονα γαῖαν. μήδεα δʼ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι κάββαλʼ ἀπʼ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ, ὣς φέρετʼ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς ἀφρὸς ἀπʼ ἀθανάτου χροὸς ὤρνυτο· τῷ δʼ ἔνι κούρη ἐθρέφθη· πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν ἔπλητʼ, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον. ἐκ δʼ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο· τὴν δʼ Ἀφροδίτην ἀφρογενέα τε θεὰν καὶ ἐυστέφανον Κυθέρειαν κικλῄσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκʼ ἐν ἀφρῷ θρέφθη· ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις· Κυπρογενέα δʼ, ὅτι γέντο πολυκλύστῳ ἐνὶ Κύπρῳ· ἠδὲ φιλομμηδέα, ὅτι μηδέων ἐξεφαάνθη. τῇ δʼ Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἕσπετο καλὸς γεινομένῃ τὰ πρῶτα θεῶν τʼ ἐς φῦλον ἰούσῃ. ταύτην δʼ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι, παρθενίους τʼ ὀάρους μειδήματά τʼ ἐξαπάτας τε τέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε. τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκε παῖδας νεικείων μέγας Οὐρανός, οὓς τέκεν αὐτός· φάσκε δὲ τιταίνοντας ἀτασθαλίῃ μέγα ῥέξαι ἔργον, τοῖο δʼ ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι.