<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="121">λυσιμελής, πάντων δὲ θεῶν πάντων τʼ ἀνθρώπων</l><l n="122">δάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν.</l><l n="123">ἐκ Χάεος δʼ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο·</l><l n="124">Νυκτὸς δʼ αὖτʼ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο,</l><l n="125">οὓς τέκε κυσαμένη Ἐρέβει φιλότητι μιγεῖσα. </l><l n="126">Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ </l><l n="127">Οὐρανὸν ἀστερόενθʼ, ἵνα μιν περὶ πάντα καλύπτοι,</l><l n="128">ὄφρʼ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί.</l><l n="129">γείνατο δʼ Οὔρεα μακρά, θεῶν χαρίεντας ἐναύλους,</l><l n="130">Νυμφέων, αἳ ναίουσιν ἀνʼ οὔρεα βησσήεντα.</l><l n="131">ἣ δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν, οἴδματι θυῖον, </l><l n="132">Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα</l><l n="133">Οὐρανῷ εὐνηθεῖσα τέκʼ Ὠκεανὸν βαθυδίνην,</l><l n="134">Κοῖόν τε Κρῖόν θʼ Ὑπερίονά τʼ Ἰαπετόν τε</l><l n="135">Θείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τε</l><l n="136">Φοίβην τε χρυσοστέφανον Τηθύν τʼ ἐρατεινήν.</l><l n="137">τοὺς δὲ μέθʼ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης,</l><l n="138">δεινότατος παίδων· θαλερὸν δʼ ἤχθηρε τοκῆα.</l><milestone ed="p" unit="card" n="139"/><l n="139"><milestone ed="P" unit="para"/>γείνατο δʼ αὖ Κύκλωπας ὑπέρβιον ἦτορ ἔχοντας,</l><l n="140">Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμον, </l><l n="141">οἳ Ζηνὶ βροντήν τε δόσαν τεῦξάν τε κεραυνόν.</l><l n="142">οἳ δή τοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν, </l><l n="143">μοῦνος δʼ ὀφθαλμὸς μέσσῳ ἐνέκειτο μετώπῳ.</l><l n="144">Κύκλωπες δʼ ὄνομʼ ἦσαν ἐπώνυμον, οὕνεκʼ ἄρα σφέων</l><l n="145">κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ·</l><l n="146">ἰσχὺς δʼ ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπʼ ἔργοις.</l><l n="147"><milestone ed="P" unit="para"/>ἄλλοι δʼ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο</l><l n="148">τρεῖς παῖδες μεγάλοι τε καὶ ὄβριμοι, οὐκ ὀνομαστοί,</l><l n="149">Κόττος τε Βριάρεώς τε Γύης θʼ, ὑπερήφανα τέκνα.</l><l n="150">τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο,</l></div></body></text></TEI>