<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="1"><milestone ed="P" unit="para"/>Μουσάων Ἑλικωνιάδων ἀρχώμεθʼ ἀείδειν,</l><l n="2">αἵθʼ Ἑλικῶνος ἔχουσιν ὄρος μέγα τε ζάθεόν τε</l><l n="3">καί τε περὶ κρήνην ἰοειδέα πόσσʼ ἁπαλοῖσιν</l><l n="4">ὀρχεῦνται καὶ βωμὸν ἐρισθενέος Κρονίωνος.</l><l n="5">καί τε λοεσσάμεναι τέρενα χρόα Περμησσοῖο</l><l n="6">ἢ Ἵππου κρήνης ἢ Ὀλμειοῦ ζαθέοιο</l><l n="7">ἀκροτάτῳ Ἑλικῶνι χοροὺς ἐνεποιήσαντο</l><l n="8">καλούς, ἱμερόεντας· ἐπερρώσαντο δὲ ποσσίν.</l><l n="9">ἔνθεν ἀπορνύμεναι, κεκαλυμμέναι ἠέρι πολλῇ,</l><l n="10">ἐννύχιαι στεῖχον περικαλλέα ὄσσαν ἱεῖσαι, </l><l n="11">ὑμνεῦσαι Δία τʼ αἰγίοχον καὶ πότνιαν Ἥρην</l><l n="12">Ἀργεΐην, χρυσέοισι πεδίλοις ἐμβεβαυῖαν,</l><l n="13">κούρην τʼ αἰγιόχοιο Διὸς γλαυκῶπιν Ἀθήνην</l><l n="14">Φοῖβόν τʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν</l><l n="15">ἠδὲ Ποσειδάωνα γεήοχον, ἐννοσίγαιον,</l><l n="16">καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρόν τʼ Ἀφροδίτην</l><l n="17">Ἥβην τε χρυσοστέφανον καλήν τε Διώνην</l><l n="18">Λητώ τʼ Ἰαπετόν τε ἰδὲ Κρόνον ἀγκυλομήτην</l><l n="19">Ἠῶ τʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην</l><l n="20">Γαῖάν τʼ Ὠκεανόν τε μέγαν καὶ Νύκτα μέλαιναν</l><l n="21">ἄλλων τʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων.</l><l n="22">αἵ νύ ποθʼ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν,</l><l n="23">ἄρνας ποιμαίνονθʼ Ἑλικῶνος ὕπο ζαθέοιο.</l><l n="24">τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον,</l><l n="25">Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο·</l><sp><l n="26"><milestone ed="P" unit="para"/>ποιμένες ἄγραυλοι, κάκʼ ἐλέγχεα, γαστέρες
                        οἶον,</l><l n="27">ἴδμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα,</l><l n="28">ἴδμεν δʼ, εὖτʼ ἐθέλωμεν, ἀληθέα γηρύσασθαι.</l></sp><milestone ed="p" unit="card" n="29"/><l n="29"><milestone ed="P" unit="para"/>ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι·</l><l n="30">καί μοι σκῆπτρον ἔδον δάφνης ἐριθηλέος ὄζον</l></div></body></text></TEI>