αἰτεῖν μʼ ἔφασκεν, ἀλλὰ φιλίας οὕνεκα, ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου. Χρεμύλος λέγεις ἐρῶντʼ ἄνθρωπον ἐκνομιώτατα. Γραῦς ἀλλʼ οὐχὶ νῦν ὁ βδελυρὸς ἔτι τὸν νοῦν ἔχει τὸν αὐτόν, ἀλλὰ πολὺ μεθέστηκεν πάνυ. ἐμοῦ γὰρ αὐτῷ τὸν πλακοῦντα τουτονὶ καὶ τἄλλα τἀπὶ τοῦ πίνακος τραγήματα ἐπόντα πεμψάσης ὑπειπούσης θʼ ὅτι εἰς ἑσπέραν ἥξοιμι— Χρεμύλος τί σʼ ἔδρασʼ; εἰπέ μοι. Γραῦς ἄμητα προσαπέπεμψεν ἡμῖν τουτονί, ἐφʼ ᾧ τʼ ἐκεῖσε μηδέποτέ μʼ ἐλθεῖν ἔτι, καὶ πρὸς ἐπὶ τούτοις εἶπεν ἀποπέμπων ὅτι πάλαι ποτʼ ἦσαν ἄλκιμοι Μιλήσιοι. Χρεμύλος δῆλον ὅτι τοὺς τρόπους τις οὐ μοχθηρὸς ἦν, ἔπειτα πλουτῶν οὐκέθʼ ἥδεται φακῇ· πρὸ τοῦ δʼ ὑπὸ τῆς πενίας ἅπανθʼ ὑπήσθιεν. Γραῦς καὶ μὴν πρὸ τοῦ γʼ ὁσημέραι νὴ τὼ θεὼ ἐπὶ τὴν θύραν ἐβάδιζεν ἀεὶ τὴν ἐμήν. Χρεμύλος ἐπʼ ἐκφοράν; Γραῦς μὰ Δίʼ ἀλλὰ τῆς φωνῆς μόνον ἐρῶν ἀκοῦσαι. Χρεμύλος τοῦ λαβεῖν μὲν οὖν χάριν. Γραῦς καὶ νὴ Δίʼ εἰ λυπουμένην γʼ αἴσθοιτό με, νηττάριον ἂν καὶ φάττιον ὑπεκορίζετο. Χρεμύλος ἔπειτʼ ἴσως ᾔτει σʼ ἂν εἰς ὑποδήματα. Γραῦς μυστηρίοις δὲ τοῖς μεγάλοις ὀχουμένην ἐπὶ τῆς ἁμάξης ὅτι προσέβλεψέν μέ τις, ἐτυπτόμην διὰ τοῦθʼ ὅλην τὴν ἡμέραν. οὕτω σφόδρα ζηλότυπος ὁ νεανίσκος ἦν.