εἴ σοι προσῆκον μηδὲν εἶτʼ ἀπεχθάνει; Συκοφάντης οὐ γὰρ προσήκει τὴν ἐμαυτοῦ μοι πόλιν εὐεργετεῖν ὦ κέπφε καθʼ ὅσον ἂν σθένω; Δίκαιος εὐεργετεῖν οὖν ἐστι τὸ πολυπραγμονεῖν; Συκοφάντης τὸ μὲν οὖν βοηθεῖν τοῖς νόμοις τοῖς κειμένοις καὶ μὴ ʼπιτρέπειν ἐάν τις ἐξαμαρτάνῃ. Δίκαιος οὔκουν δικαστὰς ἐξεπίτηδες ἡ πόλις ἄρχειν καθίστησιν; Συκοφάντης κατηγορεῖ δὲ τίς; Δίκαιος ὁ βουλόμενος. Συκοφάντης οὐκοῦν ἐκεῖνός εἰμʼ ἐγώ, ὥστʼ εἰς ἔμʼ ἥκει τῆς πόλεως τὰ πράγματα. Δίκαιος νὴ Δία πονηρόν γʼ ἆρα προστάτην ἔχει. ἐκεῖνο δʼ οὐ βούλοιʼ ἄν, ἡσυχίαν ἔχων ζῆν ἀργός; Συκοφάντης ἀλλὰ προβατίου βίον λέγεις, εἰ μὴ φανεῖται διατριβή τις τῷ βίῳ. Δίκαιος οὐδʼ ἂν μεταμάθοις; Συκοφάντης οὐδʼ ἂν εἰ δοίης γέ μοι τὸν Πλοῦτον αὐτὸν καὶ τὸ Βάττου σίλφιον. Δίκαιος κατάθου ταχέως θοἰμάτιον. Καρίων οὗτος, σοὶ λέγει. Δίκαιος ἔπειθʼ ὑπόλυσαι. Καρίων ταῦτα πάντα σοὶ λέγει. Συκοφάντης καὶ μὴν προσελθέτω πρὸς ἔμʼ ὑμῶν ἐνθαδὶ ὁ βουλόμενος. Καρίων οὐκοῦν ἐκεῖνός εἰμʼ ἐγώ. Συκοφάντης οἴμοι τάλας ἀποδύομαι μεθʼ ἡμέραν. Καρίων σὺ γὰρ ἀξιοῖς τἀλλότρια πράττων ἐσθίειν. Συκοφάντης ὁρᾷς ἃ ποιεῖς; ταῦτʼ ἐγὼ μαρτύρομαι.