ἐγὼ σχεδὸν τὸ πρᾶγμα γιγνώσκειν δοκῶ. προσέρχεται γάρ τις κακῶς πράττων ἀνήρ, ἔοικε δʼ εἶναι τοῦ πονηροῦ κόμματος. Καρίων νὴ Δία καλῶς τοίνυν ποιῶν ἀπόλλυται. Συκοφάντης ποῦ ποῦ ʼσθʼ ὁ μόνος ἅπαντας ἡμᾶς πλουσίους ὑποσχόμενος οὗτος ποιήσειν εὐθέως, εἰ πάλιν ἀναβλέψειεν ἐξ ἀρχῆς; ὁ δὲ πολὺ μᾶλλον ἐνίους ἐστὶν ἐξολωλεκώς. Καρίων καὶ τίνα δέδρακε δῆτα τοῦτʼ; Συκοφάντης ἐμὲ τουτονί. Καρίων ἦ τῶν πονηρῶν ἦσθα καὶ τοιχωρύχων; Συκοφάντης μὰ Δίʼ οὐ μὲν οὖν ἔσθʼ ὑγιὲς ὑμῶν οὐδενός, κοὐκ ἔσθʼ ὅπως οὐκ ἔχετέ μου τὰ χρήματα. Καρίων ὡς σοβαρὸς ὦ Δάματερ εἰσελήλυθεν ὁ συκοφάντης. δῆλον ὅτι βουλιμιᾷ. Συκοφάντης σὺ μὲν εἰς ἀγορὰν ἰὼν ταχέως οὐκ ἂν φθάνοις· ἐπὶ τοῦ τροχοῦ γὰρ δεῖ σʼ ἐκεῖ στρεβλούμενον εἰπεῖν ἃ πεπανούργηκας. Καρίων οἰμώξἄρα σύ. Δίκαιος νὴ τὸν Δία τὸν σωτῆρα πολλοῦ γʼ ἄξιος ἅπασι τοῖς Ἕλλησιν ὁ θεός ἐσθʼ ὅτι τοὺς συκοφάντας ἐξολεῖ κακοὺς κακῶς. Συκοφάντης οἴμοι τάλας· μῶν καὶ σὺ μετέχων καταγελᾷς; ἐπεὶ πόθεν θοἰμάτιον εἴληφας τοδί; ἐχθὲς δʼ ἔχοντʼ εἶδόν σʼ ἐγὼ τριβώνιον. Δίκαιος οὐδὲν προτιμῶ σου. φορῶ γὰρ πριάμενος τὸν δακτύλιον τονδὶ παρʼ Εὐδάμου δραχμῆς. Καρίων † ἀλλʼ οὐκ ἔνεστι συκοφάντου δήγματος.† Συκοφάντης ἆρʼ οὐχ ὕβρις ταῦτʼ ἐστὶ πολλή; σκώπτετον, ὅ τι δὲ ποιεῖτον ἐνθάδʼ οὐκ εἰρήκατον.