κομιδῇ μὲν οὖν. κἀγὼ μὲν ᾤμην οὓς τέως εὐηργέτησα δεομένους ἕξειν φίλους ὄντως βεβαίους, εἰ δεηθείην ποτέ· οἱ δʼ ἐξετρέποντο κοὐκ ἐδόκουν ὁρᾶν μʼ ἔτι. Καρίων καὶ κατεγέλων δʼ εὖ οἶδʼ ὅτι. Δίκαιος κομιδῇ μὲν οὖν· αὐχμὸς γὰρ ὢν τῶν σκευαρίων μʼ ἀπώλεσεν. Καρίων ἀλλʼ οὐχὶ νῦν. Δίκαιος ἀνθʼ ὧν ἐγὼ πρὸς τὸν θεὸν προσευξόμενος ἥκω δικαίως ἐνθάδε. Καρίων τὸ τριβώνιον δὲ τί δύναται πρὸς τῶν θεῶν, ὃ φέρει μετὰ σοῦ τὸ παιδάριον τουτί; φράσον. Δίκαιος καὶ τοῦτʼ ἀναθήσων ἔρχομαι πρὸς τὸν θεόν. Καρίων μῶν οὖν ἐμυήθης δῆτʼ ἐν αὐτῷ τὰ μεγάλα; Δίκαιος οὐκ ἀλλʼ ἐνερρίγωσʼ ἔτη τριακαίδεκα. Καρίων τὰ δʼ ἐμβάδια; Δίκαιος καὶ ταῦτα συνεχειμάζετο. Καρίων καὶ ταῦτʼ ἀναθήσων ἔφερες οὖν; Δίκαιος νὴ τὸν Δία. Καρίων χαρίεντά γʼ ἥκεις δῶρα τῷ θεῷ φέρων. Συκοφάντης οἴμοι κακοδαίμων, ὡς ἀπόλωλα δείλαιος, καὶ κακοδαίμων καὶ τετράκις καὶ πεντάκις καὶ δωδεκάκις καὶ μυριάκις· ἰοὺ ἰού. οὕτω πολυφόρῳ συγκέκραμαι δαίμονι. Καρίων Ἄπολλον ἀποτρόπαιε καὶ θεοὶ φίλοι, τί ποτʼ ἐστὶν ὅ τι πέπονθεν ἅνθρωπος κακόν; Συκοφάντης οὐ γὰρ σχέτλια πέπονθα νυνὶ πράγματα, ἀπολωλεκὼς ἅπαντα τἀκ τῆς οἰκίας διὰ τὸν θεὸν τοῦτον, τὸν ἐσόμενον τυφλὸν πάλιν αὖθις, ἤνπερ μὴ ʼλλίπωσιν αἱ δίκαι;