δείξω τὸ λοιπὸν πᾶσιν ἀνθρώποις ὅτι ἄκων ἐμαυτὸν τοῖς πονηροῖς ἐπεδίδουν. Χρεμύλος βάλλʼ ἐς κόρακας· ὡς χαλεπόν εἰσιν οἱ φίλοι οἱ φαινόμενοι παραχρῆμʼ ὅταν πράττῃ τις εὖ. νύττουσι γὰρ καὶ φλῶσι τἀντικνήμια, ἐνδεικνύμενος ἔκαστος εὔνοιάν τινα. ἐμὲ γὰρ τίς οὐ προσεῖπε; ποῖος οὐκ ὄχλος περιεστεφάνωσεν ἐν ἀγορᾷ πρεσβυτικός; Γυνή ὦ φίλτατʼ ἀνδρῶν καὶ σὺ καὶ σὺ χαίρετε. φέρε νυν, νόμος γάρ ἐστι, τὰ καταχύσματα ταυτὶ καταχέω σου λαβοῦσα. Πλοῦτος μηδαμῶς. ἐμοῦ γὰρ εἰσιόντος ἐς τὴν οἰκίαν πρώτιστα καὶ βλέψαντος οὐδὲν ἐκφέρειν πρεπῶδές ἐστιν, ἀλλὰ μᾶλλον ἐσφέρειν. Γυνή εἶτʼ οὐχὶ δέξει δῆτα τὰ καταχύσματα; Πλοῦτος ἔνδον γε παρὰ τὴν ἑστίαν, ὥσπερ νόμος· ἔπειτα καὶ τὸν φόρτον ἐκφύγοιμεν ἄν. οὐ γὰρ πρεπῶδές ἐστι τῷ διδασκάλῳ ἰσχάδια καὶ τρωγάλια τοῖς θεωμένοις προβαλόντʼ ἐπὶ τούτοις εἶτʼ ἀναγκάζειν γελᾶν. Γυνή εὖ πάνυ λέγεις· ὡς Δεξίνικός γʼ οὑτοσὶ ἀνίσταθʼ ὡς ἁρπασόμενος τὰς ἰσχάδας. Χοροῦ Καρίων ὡς ἡδὺ πράττειν ὦνδρές ἐστʼ εὐδαιμόνως, καὶ ταῦτα μηδὲν ἐξενεγκόντʼ οἴκοθεν. ἡμῖν γὰρ ἀγαθῶν σωρὸς ἐς τὴν οἰκίαν ἐπεσπέπαικεν οὐδὲν ἠδικηκόσιν. οὕτω τὸ πλουτεῖν ἐστιν ἡδὺ πρᾶγμα δή. ἡ μὲν σιπύη μεστή ʼστι λευκῶν ἀλφίτων, οἱ δʼ ἀμφορῆς οἴνου μέλανος ἀνθοσμίου.