ἀκούετον δή· δεῖ γὰρ ὡς ἔοικέ με λέγειν ἃ κρύπτειν ἦν παρεσκευασμένος. ἐγὼ γάρ εἰμι Πλοῦτος. Χρεμύλος ὦ μιαρώτατε ἀνδρῶν ἁπάντων, εἶτʼ ἐσίγας Πλοῦτος ὤν; Καρίων σὺ Πλοῦτος, οὕτως ἀθλίως διακείμενος; ὦ Φοῖβʼ Ἄπολλον καὶ θεοὶ καὶ δαίμονες καὶ Ζεῦ, τί φῄς; ἐκεῖνος ὄντως εἶ σύ; Πλοῦτος ναί. Χρεμύλος ἐκεῖνος αὐτός; Πλοῦτος αὐτότατος. Χρεμύλος πόθεν οὖν φράσον αὐχμῶν βαδίζεις; Πλοῦτος ἐκ Πατροκλέους ἔρχομαι, ὃς οὐκ ἐλούσατʼ ἐξ ὅτουπερ ἐγένετο. Χρεμύλος τουτὶ δὲ τὸ κακὸν πῶς ἔπαθες; κάτειπέ μοι. Πλοῦτος ὁ Ζεύς με ταῦτʼ ἔδρασεν ἀνθρώποις φθονῶν. ἐγὼ γὰρ ὢν μειράκιον ἠπείλησʼ ὅτι ὡς τοὺς δικαίους καὶ σοφοὺς καὶ κοσμίους μόνους βαδιοίμην· ὁ δέ μʼ ἐποίησεν τυφλόν, ἵνα μὴ διαγιγνώσκοιμι τούτων μηδένα. οὕτως ἐκεῖνος τοῖσι χρηστοῖσι φθονεῖ. Χρεμύλος καὶ μὴν διὰ τοὺς χρηστούς γε τιμᾶται μόνους καὶ τοὺς δικαίους. Πλοῦτος ὁμολογῶ σοι. Χρεμύλος φέρε τί οὖν; εἰ πάλιν ἀναβλέψειας ὥσπερ καὶ πρὸ τοῦ, φεύγοις ἂν ἤδη τοὺς πονηρούς; Πλοῦτος φήμʼ ἐγώ. Χρεμύλος ὡς τοὺς δικαίους δʼ ἂν βαδίζοις;