οἱ γὰρ δίκαιοι πρότερον ὄντες καὶ βίον ἔχοντες ὀλίγον αὐτὸν ἠσπάζοντο καὶ ἐδεξιοῦνθʼ ἅπαντες ὑπὸ τῆς ἡδονῆς· ὅσοι δʼ ἐπλούτουν οὐσίαν τʼ εἶχον συχνὴν οὐκ ἐκ δικαίου τὸν βίον κεκτημένοι, ὀφρῦς ξυνῆγον ἐσκυθρώπαζόν θʼ ἅμα. οἱ δʼ ἠκολούθουν κατόπιν ἐστεφανωμένοι γελῶντες εὐφημοῦντες· ἐκτυπεῖτο δὲ ἐμβὰς γερόντων εὐρύθμοις προβήμασιν. ἀλλʼ εἶʼ ἁπαξάπαντες ἐξ ἑνὸς λόγου ὀρχεῖσθε καὶ σκιρτᾶτε καὶ χορεύετε· οὐδεὶς γὰρ ὑμῖν εἰσιοῦσιν ἀγγελεῖ, ὡς ἄλφιτʼ οὐκ ἔνεστιν ἐν τῷ θυλάκῳ. Γυνή νὴ τὴν Ἑκάτην κἀγὼ δʼ ἀναδῆσαι βούλομαι εὐαγγέλιά σε κριβανωτῶν ὁρμαθῷ τοιαῦτʼ ἀπαγγείλαντα. Καρίων μή νυν μέλλʼ ἔτι, ὡς ἅνδρες ἐγγύς εἰσιν ἤδη τῶν θυρῶν. Γυνή φέρε νυν ἰοῦσʼ εἴσω κομίσω καταχύσματα ὥσπερ νεωνήτοισιν ὀφθαλμοῖς ἐγώ. Καρίων ἐγὼ δʼ ἀπαντῆσαί γʼ ἐκείνοις βούλομαι. Κομμάτιον Χοροῦ Πλοῦτος καὶ προσκυνῶ γε πρῶτα μὲν τὸν ἥλιον, ἔπειτα σεμνῆς Παλλάδος κλεινὸν πέδον χώραν τε πᾶσαν Κέκροπος ἥ μʼ ἐδέξατο. αἰσχύνομαι δὲ τὰς ἐμαυτοῦ συμφοράς, οἵοις ἄρʼ ἀνθρώποις ξυνὼν ἐλάνθανον, τοὺς ἀξίους δὲ τῆς ἐμῆς ὁμιλίας ἔφευγον, εἰδὼς οὐδέν· ὦ τλήμων ἐγώ, ὡς οὔτʼ ἐκεῖνʼ ἄρʼ οὔτε ταῦτʼ ὀρθῶς ἔδρων· ἀλλʼ αὐτὰ πάντα πάλιν ἀναστρέψας ἐγὼ