ἔφευγʼ ἀνᾴξας· ὁ δὲ θεὸς γελάσας ἔφη· ἐνταῦθα νῦν κάθησο καταπεπλασμένος, ἵνʼ ὑπομνύμενον παύσω σε τὰς ἐκκλησίας. Γυνή ὡς φιλόπολίς τίς ἐσθʼ ὁ δαίμων καὶ σοφός. Καρίων μετὰ τοῦτο τῷ Πλούτωνι παρεκαθέζετο, καὶ πρῶτα μὲν δὴ τῆς κεφαλῆς ἐφήψατο, ἔπειτα καθαρὸν ἡμιτύβιον λαβὼν τὰ βλέφαρα περιέψησεν· ἡ Πανάκεια δὲ κατεπέτασʼ αὐτοῦ τὴν κεφαλὴν φοινικίδι καὶ πᾶν τὸ πρόσωπον· εἶθʼ ὁ θεὸς ἐπόππυσεν. ἐξῃξάτην οὖν δύο δράκοντʼ ἐκ τοῦ νεὼ ὑπερφυεῖς τὸ μέγεθος. Γυνή ὦ φίλοι θεοί. Καρίων τούτω δʼ ὑπὸ τὴν φοινικίδʼ ὑποδύνθʼ ἡσυχῇ τὰ βλέφαρα περιέλειχον, ὥς γʼ ἐμοὶ δοκεῖ· καὶ πρίν σε κοτύλας ἐκπιεῖν οἴνου δέκα, ὁ Πλοῦτος ὦ δέσποινʼ ἀνειστήκει βλέπων· ἐγὼ δὲ τὼ χεῖρʼ ἀνεκρότησʼ ὑφʼ ἡδονῆς τὸν δεσπότην τʼ ἤγειρον. ὁ θεὸς δʼ εὐθέως ἠφάνισεν αὑτὸν οἵ τʼ ὄφεις ἐς τὸν νεών. οἱ δʼ ἐγκατακείμενοι παρʼ αὐτῷ πῶς δοκεῖς τὸν Πλοῦτον ἠσπάζοντο καὶ τὴν νύχθʼ ὅλην ἐγρηγόρεσαν, ἕως διέλαμψεν ἡμέρα. ἐγὼ δʼ ἐπῄνουν τὸν θεὸν πάνυ σφόδρα, ὅτι βλέπειν ἐποίησε τὸν Πλοῦτον ταχύ, τὸν δὲ Νεοκλείδην μᾶλλον ἐποίησεν τυφλόν. Γυνή ὅσην ἔχεις τὴν δύναμιν ὦναξ δέσποτα. ἀτὰρ φράσον μοι, ποῦʼ σθʼ ὁ Πλοῦτος; Καρίων ἔρχεται. ἀλλʼ ἦν περὶ αὐτὸν ὄχλος ὑπερφυὴς ὅσος.