μετὰ τοῦτο δʼ ἤδη καὶ γέλοιον δῆτά τι ἐποίησα. προσιόντος γὰρ αὐτοῦ μέγα πάνυ ἀπέπαρδον· ἡ γαστὴρ γὰρ ἐπεφύσητό μου. Γυνή ἦ πού σε διὰ τοῦτʼ εὐθὺς ἐβδελύττετο. Καρίων οὔκ, ἀλλʼ Ἰασὼ μέν τις ἀκολουθοῦσʼ ἅμα ὑπηρυθρίασε χἠ Πανάκειʼ ἀπεστράφη τὴν ῥῖνʼ ἐπιλαβοῦσʼ· οὐ λιβανωτὸν γὰρ βδέω. Γυνή αὐτὸς δʼ ἐκεῖνος; Καρίων οὐ μὰ Δίʼ οὐδʼ ἐφρόντισεν. Γυνή λέγεις ἄγροικον ἄρα σύ γʼ εἶναι τὸν θεόν. Καρίων μὰ Δίʼ οὐκ ἔγωγʼ, ἀλλὰ σκατοφάγον. Γυνή αἲ τάλαν. Καρίων μετὰ ταῦτʼ ἐγὼ μὲν εὐθὺς ἐνεκαλυψάμην δείσας, ἐκεῖνος δʼ ἐν κύκλῳ τὰ νοσήματα σκοπῶν περιῄει πάντα κοσμίως πάνυ. ἔπειτα παῖς αὐτῷ λίθινον θυείδιον παρέθηκε καὶ δοίδυκα καὶ κιβώτιον. Γυνή λίθινον; Καρίων μὰ Δίʼ οὐ δῆτʼ οὐχὶ τό γε κιβώτιον. Γυνή σὺ δὲ πῶς ἑώρας ὦ κάκιστʼ ἀπολούμενε, ὃς ἐγκεκαλύφθαι φῄς; Καρίων διὰ τοῦ τριβωνίου· ὀπὰς γὰρ εἶχεν οὐκ ὀλίγας μὰ τὸν Δία. πρῶτον δὲ πάντων τῷ Νεοκλείδῃ φάρμακον καταπλαστὸν ἐνεχείρησε τρίβειν, ἐμβαλὼν σκορόδων κεφαλὰς τρεῖς Τηνίων. ἔπειτʼ ἔφλα ἐν τῇ θυείᾳ συμπαραμιγνύων ὀπὸν καὶ σχῖνον· εἶτʼ ὄξει διέμενος Σφηττίῳ κατέπλασεν αὐτοῦ τὰ βλέφαρʼ ἐκστρέψας, ἵνα ὀδυνῷτο μᾶλλον. ὁ δὲ κεκραγὼς καὶ βοῶν