ἔχοντες· ὡς δὲ τοὺς λύχνους ἀποσβέσας ἡμῖν παρήγγειλεν καθεύδειν τοῦ θεοῦ ὁ πρόπολος, εἰπών, ἤν τις αἴσθηται ψόφου σιγᾶν, ἅπαντες κοσμίως κατεκείμεθα. κἀγὼ καθεύδειν οὐκ ἐδυνάμην, ἀλλά με ἀθάρης χύτρα τις ἐξέπληττε κειμένη ὀλίγον ἄπωθεν τῆς κεφαλῆς του γρᾳδίου, ἐφʼ ἣν ἐπεθύμουν δαιμονίως ἐφερπύσαι. ἔπειτʼ ἀναβλέψας ὁρῶ τὸν ἱερέα τοὺς φθοῖς ἀφαρπάζοντα καὶ τὰς ἰσχάδας ἀπὸ τῆς τραπέζης τῆς ἱερᾶς· μετὰ τοῦτο δὲ περιῆλθε τοὺς βωμοὺς ἅπαντας ἐν κύκλῳ, εἴ που πόπανον εἴη τι καταλελειμμένον· ἔπειτα ταῦθʼ ἥγιζεν ἐς σάκταν τινά. κἀγὼ νομίσας πολλὴν ὁσίαν τοῦ πράγματος ἐπὶ τὴν χύτραν τῆς ἀθάρης ἀνίσταμαι. Γυνή ταλάντατʼ ἀνδρῶν οὐκ ἐδεδοίκεις τὸν θεόν; Καρίων νὴ τοὺς θεοὺς ἔγωγε μὴ φθάσειέ με ἐπὶ τὴν χύτραν ἐλθὼν ἔχων τὰ στέμματα· ὁ γὰρ ἱερεὺς αὐτοῦ με προὐδιδάξατο. τὸ γρᾴδιον δʼ ὡς ᾔσθετο δή μου τὸν ψόφον, ἄρασʼ ὑφῄρει· κᾆτα συρίξας ἐγὼ ὀδὰξ ἐλαβόμην ὡς παρείας ὢν ὄφις. ἡ δʼ εὐθέως τὴν χεῖρα πάλιν ἀνέσπασεν, κατέκειτο δʼ αὑτὴν ἐντυλίξασʼ ἡσυχῇ ὑπὸ τοῦ δέους βδέουσα δριμύτερον γαλῆς. κἀγὼ τότʼ ἤδη τῆς ἀθάρης πολλὴν ἔφλων· ἔπειτʼ ἐπειδὴ μεστὸς ἦν, ἀνεπαλλόμην. Γυνή ὁ δὲ θεὸς ὑμῖν οὐ προσῄειν; Καρίων οὐδέπω.