χρηστόν τι; τοῦτο γὰρ ποθοῦσʼ ἐγὼ πάλαι ἔνδον κάθημαι περιμένουσα τουτονί. Καρίων ταχέως ταχέως φέρʼ οἶνον ὦ δέσποινʼ, ἵνα καὐτὴ πίῃς· φιλεῖς δὲ δρῶσʼ αὐτὸ σφόδρα· ὡς ἀγαθὰ συλλήβδην ἅπαντά σοι φέρω. Γυνή καὶ ποῦ στιν; Καρίων ἐν τοῖς λεγομένοις εἴσει τάχα. Γυνή πέραινε τοίνυν ὅ τι λέγεις ἀνύσας ποτέ. Καρίων ἄκουε τοίνυν, ὡς ἐγὼ τὰ πράγματα ἐκ τῶν ποδῶν ἐς τὴν κεφαλήν σοι πάντʼ ἐρῶ. Γυνή μὴ δῆτʼ ἔμοιγʼ ἐς τὴν κεφαλήν. Καρίων μὴ τἀγαθὰ ἃ νῦν γεγένηται; Γυνή μὴ μὲν οὖν τὰ πράγματα. Καρίων ὡς γὰρ τάχιστʼ ἀφικόμεθα πρὸς τὸν θεὸν ἄγοντες ἄνδρα τότε μὲν ἀθλιώτατον νῦν δʼ εἴ τινʼ ἄλλον μακάριον κεὐδαίμονα, πρῶτον μὲν αὐτὸν ἐπὶ θάλατταν ἤγομεν, ἔπειτʼ ἐλοῦμεν. Γυνή νὴ Δίʼ εὐδαίμων ἄρʼ ἦν ἀνὴρ γέρων ψυχρᾷ θαλάττῃ λούμενος. Καρίων ἔπειτα πρὸς τὸ τέμενος ᾖμεν τοῦ θεοῦ. ἐπεὶ δὲ βωμῷ πόπανα καὶ προθύματα καθωσιώθη πέλανος Ἡφαίστου φλογί, κατεκλίναμεν τὸν Πλοῦτον, ὥσπερ εἰκὸς ἦν· ἡμῶν δʼ ἕκαστος στιβάδα παρεκαττύετο. Γυνή ἦσαν δέ τινες κἄλλοι δεόμενοι τοῦ θεοῦ; Καρίων εἷς μέν γε Νεοκλείδης, ὅς ἐστι μὲν τυφλός, κλέπτων δὲ τοὺς βλέποντας ὑπερηκόντικεν· ἕτεροί τε πολλοὶ παντοδαπὰ νοσήματα