σὲ δʼ ἐᾶν κλάειν μακρὰ τὴν κεφαλήν. Βλεψίδημος νὴ Δίʼ ἐγὼ γοῦν ἐθέλω πλουτῶν εὐωχεῖσθαι μετὰ τῶν παίδων τῆς τε γυναικός, καὶ λουσάμενος λιπαρὸς χωρῶν ἐκ βαλανείου τῶν χειροτεχνῶν καὶ τῆς Πενίας καταπαρδεῖν. Χρεμύλος αὕτη μὲν ἡμῖν ἡπίτριπτος οἴχεται. ἐγὼ δὲ καὶ σύ γʼ ὡς τάχιστα τὸν θεὸν ἐγκατακλινοῦντʼ ἄγωμεν εἰς Ἀσκληπιοῦ. Βλεψίδημος καὶ μὴ διατρίβωμέν γε, μὴ πάλιν τις αὖ ἐλθὼν διακωλύσῃ τι τῶν προὔργου ποιεῖν. Χρεμύλος παῖ Καρίων τὰ στρώματʼ ἐκφέρειν σʼ ἐχρῆν αὐτόν τʼ ἄγειν τὸν Πλοῦτον, ὡς νομίζεται, καὶ τἄλλʼ ὅσʼ ἐστὶν ἔνδον ηὐτρεπισμένα. Χοροῦ Καρίων ὦ πλεῖστα Θησείοις μεμυστιλημένοι γέροντες ἄνδρες ἐπʼ ὀλιγίστοις ἀλφίτοις, ὡς εὐτυχεῖθʼ, ὡς μακαρίως πεπράγατε, ἄλλοι θʼ ὅσοις μέτεστι τοῦ χρηστοῦ τρόπου. Χορός τί δʼ ἔστιν ὦ βέλτιστε τῶν σαυτοῦ φίλων; φαίνει γὰρ ἥκειν ἄγγελος χρηστοῦ τινος. Καρίων ὁ δεσπότης πέπραγεν εὐτυχέστατα, μᾶλλον δʼ ὁ Πλοῦτος αὐτός· ἀντὶ γὰρ τυφλοῦ ἐξωμμάτωται καὶ λελάμπρυνται κόρας, Ἀσκληπιοῦ παιῶνος εὐμενοῦς τυχών. Χορός λέγεις μοι χαράν, λέγεις μοι βοάν. Καρίων πάρεστι χαίρειν, ἤν τε βούλησθʼ ἤν τε μή. Χορός ἀναβοάσομαι τὸν εὔπαιδα καὶ μέγα βροτοῖσι φέγγος Ἀσκληπιόν. Γυνή τίς ἡ βοή ποτʼ ἐστίν; ἆρʼ ἀγγέλλεται