εἰ γὰρ ἐπλούτει, πῶς ἂν ποιῶν τὸν Ὀλυμπικὸν αὐτὸς ἀγῶνα ἵνα τοὺς Ἕλληνας ἅπαντας ἀεὶ διʼ ἔτους πέμπτου ξυναγείρει, ἀνεκήρυττεν τῶν ἀσκητῶν τοὺς νικῶντας στεφανώσας κοτίνου στεφάνῳ; καίτοι χρυσῷ μᾶλλον ἐχρῆν, εἴπερ ἐπλούτει. Χρεμύλος οὐκοῦν τούτῳ δήπου δηλοῖ τιμῶν τὸν Πλοῦτον ἐκεῖνος· φειδόμενος γὰρ καὶ βουλόμενος τούτου μηδὲν δαπανᾶσθαι, λήροις ἀναδῶν τοὺς νικῶντας τὸν Πλοῦτον ἐᾷ παρʼ ἑαυτῷ. Πενία πολὺ τῆς Πενίας πρᾶγμʼ αἴσχιον ζητεῖς αὐτῷ περιάψαι, εἰ πλούσιος ὢν ἀνελεύθερός ἐσθʼ οὑτωσὶ καὶ φιλοκερδής. Χρεμύλος ἀλλὰ σέ γʼ ὁ Ζεὺς ἐξολέσειεν κοτίνου στεφάνῳ στεφανώσας. Πενία τὸ γὰρ ἀντιλέγειν τολμᾶν ὑμᾶς ὡς οὐ πάντʼ ἔστʼ ἀγάθʼ ὑμῖν διὰ τὴν Πενίαν. Χρεμύλος παρὰ τῆς Ἑκάτης ἔξεστιν τοῦτο πυθέσθαι, εἴτε τὸ πλουτεῖν εἴτε τὸ πεινῆν βέλτιον. φησὶ γὰρ αὕτη τοὺς μὲν ἔχοντας καὶ πλουτοῦντας δεῖπνον κατὰ μῆνʼ ἀποπέμπειν, τοὺς δὲ πένητας τῶν ἀνθρώπων ἁρπάζειν πρὶν καταθεῖναι. Χρεμύλος ἀλλὰ φθείρου καὶ μὴ γρύξῃς ἔτι μηδʼ ὁτιοῦν. οὐ γὰρ πείσεις, οὐδʼ ἢν πείσῃς. Πενία ὦ πόλις Ἄργους, κλύεθʼ οἷα λέγει. Χρεμύλος Παύσωνα κάλει τὸν ξύσσιτον. Πενία τί πάθω τλήμων; Χρεμύλος ἔρρʼ ἐς κόρακας θᾶττον ἀφʼ ἡμῶν. Πενία εἶμι δὲ ποῖ γῆς; Χρεμύλος ἐς τὸν κύφωνʼ· ἀλλʼ οὐ μέλλειν χρῆν σʼ, ἀλλʼ ἀνύειν. Πενία ἦ μὴν ὑμεῖς γʼ ἔτι μʼ ἐνταυθοῖ μεταπέμψεσθον. Χρεμύλος τότε νοστήσεις· νῦν δὲ φθείρου. κρεῖττον γάρ μοι πλουτεῖν ἐστίν,