ἔρημον ἀπολιπόντε ποι φευξούμεθα τηνδὶ δεδιότε, μηδὲ διαμαχούμεθα. Βλεψίδημος ποίοις ὅπλοισιν ἢ δυνάμει πεποιθότες; ποῖον γὰρ οὐ θώρακα, ποίαν δʼ ἀσπίδα οὐκ ἐνέχυρον τίθησιν ἡ μιαρωτάτη; Χρεμύλος θάρρει· μόνος γὰρ ὁ θεὸς οὗτος οἶδʼ ὅτι τροπαῖον ἂν στήσαιτο τῶν ταύτης τρόπων. Πενία γρύζειν δὲ καὶ τολμᾶτον ὦ καθάρματε, ἐπʼ αὐτοφώρῳ δεινὰ δρῶντʼ εἰλημμένω; Χρεμύλος σὺ δʼ ὦ κάκιστʼ ἀπολουμένη τί λοιδορεῖ ἡμῖν προσελθοῦσʼ οὐδʼ ὁτιοῦν ἀδικουμένη; Πενία οὐδὲν γὰρ ὦ πρὸς τῶν θεῶν νομίζετε ἀδικεῖν με τὸν Πλοῦτον ποιεῖν πειρωμένω βλέψαι πάλιν; Χρεμύλος τί οὖν ἀδικοῦμεν τοῦτό σε, εἰ πᾶσιν ἀνθρώποισιν ἐκπορίζομεν ἀγαθόν; Πενία τί δʼ ἂν ὑμεῖς ἀγαθὸν ἐξεύροιθʼ; Χρεμύλος ὅ τι; σὲ πρῶτον ἐκβαλόντες ἐκ τῆς Ἑλλάδος. Πενία ἔμʼ ἐκβαλόντες; καὶ τί ἂν νομίζετον κακὸν ἐργάσασθαι μεῖζον ἀνθρώπους; Χρεμύλος ὅ τι; εἰ τοῦτο δρᾶν μέλλοντες ἐπιλαθοίμεθα. Πενία καὶ μὴν περὶ τούτου σφῷν ἐθέλω δοῦναι λόγον τὸ πρῶτον αὐτοῦ· κἂν μὲν ἀποφήνω μόνην ἀγαθῶν ἁπάντων οὖσαν αἰτίαν ἐμὲ ὑμῖν διʼ ἐμέ τε ζῶντας ὑμᾶς· εἰ δὲ μή, ποιεῖτον ἤδη τοῦθʼ ὅ τι ἂν ὑμῖν δοκῇ. Χρεμύλος ταυτὶ σὺ τολμᾷς ὦ μιαρωτάτη λέγειν;