ἔγωγε καὶ τοὺς δεξιοὺς καὶ σώφρονας ἀπαρτὶ πλουτῆσαι ποιήσω. Βλεψίδημος τί σὺ λέγεις; οὕτω πάνυ πολλὰ κέκλοφας; Χρεμύλος οἴμοι τῶν κακῶν, ἀπολεῖς. Βλεψίδημος σὺ μὲν οὖν σεαυτόν, ὥς γʼ ἐμοὶ δοκεῖς. Χρεμύλος ουʼ δῆτʼ, ἐπεὶ τὸν Πλοῦτον ὦ μόχθηρε σὺ ἔχω. Βλεψίδημος σὺ Πλοῦτον; ποῖον; Χρεμύλος αὐτὸν τὸν θεόν. Βλεψίδημος καὶ ποῦ ʼστιν; Χρεμύλος ἔνδον. Βλεψίδημος ποῦ; Χρεμύλος παρʼ ἐμοί. Βλεψίδημος παρὰ σοί; Χρεμύλος πάνυ. Βλεψίδημος οὐκ ἐς κόρακας; Πλοῦτος παρὰ σοί; Χρεμύλος νὴ τοὺς θεούς. Βλεψίδημος λὲγεις ἀληθῆ; Χρεμύλος φημί. Βλεψίδημος πρὸς τῆς Ἑστίας; Χρεμύλος νὴ τὸν Ποσειδῶ. Βλεψίδημος τὸν θαλάττιον λέγεις; Χρεμύλος εἰ δʼ ἔστιν ἕτερός τις Ποσειδῶν, τὸν ἕτερον. Βλεψίδημος εἶτʼ οὐ διαπέμπεις καὶ πρὸς ἡμᾶς τοὺς φίλους; Χρεμύλος οὐκ ἔστι πω τὰ πράγματʼ ἐν τούτῳ. Βλεψίδημος τί φῄς; οὐ τῷ μεταδοῦναι; Χρεμύλος μὰ Δία. δεῖ γὰρ πρῶτα