σὺ μηδὲν εἰς ἔμʼ ὑπονόει τοιουτονί. Βλεψίδημος φεῦ, ὡς οὐδὲν ἀτεχνῶς ὑγιές ἐστιν οὐδενός, ἀλλʼ εἰσὶ τοῦ κέρδους ἅπαντες ἥττονες. Χρεμύλος οὔ τοι μὰ τὴν Δήμητρʼ ὑγιαίνειν μοι δοκεῖς. Βλεψίδημος ὡς πολὺ μεθέστηχʼ ὧν πρότερον εἶχεν τρόπων. Χρεμύλος μελαγχολᾷς ὦνθρωπε νὴ τὸν οὐρανόν. Βλεψίδημος ἀλλʼ οὐδὲ τὸ βλέμμʼ αὐτὸ κατὰ χώραν ἔχει, ἀλλʼ ἐστὶν ἐπίδηλόν τι πεπανουργηκότι. Χρεμύλος σὺ μὲν οἶδʼ ὃ κρώζεις· ὡς ἐμοῦ τι κεκλοφότος ζητεῖς μεταλαβεῖν. Βλεψίδημος μεταλαβεῖν ζητῶ; τίνος; Χρεμύλος τὸ δʼ ἐστὶν οὐ τοιοῦτον ἀλλʼ ἑτέρως ἔχον. Βλεψίδημος μῶν οὐ κέκλοφας ἀλλʼ ἥρπακας; Χρεμύλος κακοδαιμονᾷς. Βλεψίδημος ἀλλʼ οὐδὲ μὴν ἀπεστέρηκάς γʼ οὐδένα; Χρεμύλος ουʼ δῆτʼ ἔγωγʼ. Βλεψίδημος ὦ Ἡράκλεις, φέρε ποῖ τις ἂν τράποιτο; τἀληθὲς γὰρ οὐκ ἐθέλει φράσαι. Χρεμύλος κατηγορεῖς γὰρ πρὶν μαθεῖν τὸ πρᾶγμά μου. Βλεψίδημος ὦ τᾶν ἐγώ τοι τοῦτʼ ἀπὸ σμικροῦ πάνυ ἐθέλω διαπρᾶξαι πρὶν πυθέσθαι τὴν πόλιν, τὸ στόμʼ ἐπιβύσας κέρμασιν τῶν ῥητόρων. Χρεμύλος καὶ μὴν φίλως γʼ ἄν μοι δοκεῖς νὴ τοὺς θεοὺς τρεῖς μνᾶς ἀναλώσας λογίσασθαι δώδεκα. Βλεψίδημος ὁρῶ τινʼ ἐπὶ τοῦ βήματος καθεδούμενον ἱκετηρίαν ἔχοντα μετὰ τῶν παιδίων καὶ τῆς γυναικός, κουʼ διοίσοντʼ ἄντικρυς τῶν Ἡρακλειδῶν οὐδʼ ὁτιοῦν τῶν Παμφίλου. Χρεμύλος οὒκ ὦ κακόδαιμον, ἀλλὰ τοὺς χρηστοὺς μόνους