ἔπεισεν ὡς ὄντας κάπρους μεμαγμένον σκῶρ ἐσθίειν, αὐτὴ δʼ ἔματτεν αὐτοῖς, μιμήσομαι πάντας τρόπους· ὑμεῖς δὲ γρυλίζοντες ὑπὸ φιληδίας ἕπεσθε μητρὶ χοῖροι. Χορός οὐκοῦν σε τὴν Κίρκην γε τὴν τὰ φάρμακʼ ἀνακυκῶσαν καὶ μαγγανεύουσαν μολύνουσάν τε τοὺς ἑταίρους λαβόντες ὑπὸ φιληδίας τὸν Λαρτίου μιμούμενοι τῶν ὄρχεων κρεμῶμεν, μινθώσομέν θʼ ὥσπερ τράγου τὴν ῥῖνα· σὺ δʼ Ἀρίστυλλος ὑποχάσκων ἐρεῖς, ἕπεσθε μητρὶ χοῖροι. Καρίων ἀλλʼ εἶα νῦν τῶν σκωμμάτων ἀπαλλαγέντες ἤδη ὑμεῖς ἐπʼ ἄλλʼ εἶδος τρέπεσθʼ, ἐγὼ δʼ ἰὼν ἤδη λάθρᾳ βουλήσομαι τοῦ δεσπότου λαβών τινʼ ἄρτον καὶ κρέας μασώμενος τὸ λοιπὸν οὕτω τῷ κόπῳ ξυνεῖναι. Χοροῦ Χρεμύλος χαίρειν μὲν ὑμᾶς ἐστιν ὦνδρες δημόται ἀρχαῖον ἤδη προσαγορεύειν καὶ σαπρόν· ἀσπάζομαι δʼ ὁτιὴ προθύμως ἥκετε καὶ συντεταμένως κοὐ κατεβλακευμένως. ὅπως δέ μοι καὶ τἄλλα συμπαραστάται ἔσεσθε καὶ σωτῆρες ὄντως τοῦ θεοῦ. Χορός θάρρει· βλέπειν γὰρ ἄντικρυς δόξεις μʼ Ἄρη. δεινὸν γὰρ εἰ τριωβόλου μὲν οὕνεκα ὠστιζόμεσθʼ ἑκάστοτʼ ἐν τἠκκλησίᾳ, αὐτὸν δὲ τὸν Πλοῦτον παρείην τῳ λαβεῖν. Χρεμύλος καὶ μὴν ὁρῶ καὶ Βλεψίδημον τουτονὶ προσιόντα· δῆλος δʼ ἐστὶν ὅτι τοῦ πράγματος