κακῶς ἔπραττον καὶ πένης ἦν· Καρίων οἶδά τοι. Χρεμύλος ἕτεροι δʼ ἐπλούτουν ἱερόσυλοι ῥήτορες καὶ συκοφάνται καὶ πονηροί· Καρίων πείθομαι. Χρεμύλος ἐπερησόμενος οὖν ᾠχόμην ὡς τὸν θεόν, τὸν ἐμὸν μὲν αὐτοῦ τοῦ ταλαιπώρου σχεδὸν ἤδη νομίζων ἐκτετοξεῦσθαι βίον, τὸν δʼ υἱόν, ὅσπερ ὢν μόνος μοι τυγχάνει, πευσόμενος εἰ χρὴ μεταβαλόντα τοὺς τρόπους εἶναι πανοῦργον, ἄδικον, ὑγιὲς μηδὲ ἕν, ὡς τῷ βίῳ τοῦτʼ αὐτὸ νομίσας συμφέρειν. Καρίων τί δῆτα Φοῖβος ἔλακεν ἐκ τῶν στεμμάτων; Χρεμύλος πεύσει. σαφῶς γὰρ ὁ θεὸς εἶπέ μοι τοδί· ὅτῳ ξυναντήσαιμι πρῶτον ἐξιών, ἐκέλευε τούτου μὴ μεθίεσθαί μʼ ἔτι, πείθειν δʼ ἐμαυτῷ ξυνακολουθεῖν οἴκαδε. Καρίων καὶ τῷ ξυναντᾷς δῆτα πρώτῳ; Χρεμύλος τουτῳί. Καρίων εἶτʼ οὐ ξυνίης τὴν ἐπίνοιαν τοῦ θεοῦ φράζουσαν ὦ σκαιότατέ σοι σαφέστατα ἀσκεῖν τὸν υἱὸν τὸν ἐπιχώριον τρόπον; Χρεμύλος τῷ τοῦτο κρίνεις; Καρίων δῆλον ὁτιὴ καὶ τυφλῷ γνῶναι δοκεῖ τοῦθʼ, ὡς σφόδρʼ ἐστὶ συμφέρον τὸ μηδὲν ἀσκεῖν ὑγιὲς ἐν τῷ νῦν χρόνῳ. Χρεμύλος οὐκ ἔσθʼ ὅπως ὁ χρησμὸς ἐς τοῦτο ῥέπει, ἀλλʼ εἰς ἕτερόν τι μεῖζον. ἢν δʼ ἡμῖν φράσῃ ὅστις ποτʼ ἐστὶν οὑτοσὶ καὶ τοῦ χάριν καὶ τοῦ δεόμενος ἦλθε μετὰ νῷν ἐνθαδί,