πάντως γὰρ ἄνθρωπον φύσει τοιοῦτον ἐς τὰ πάντα ἡγεῖσθέ μʼ εἶναι κοὐδὲν ἂν νομίζεθʼ ὑγιὲς εἰπεῖν; Χορός ὡς σεμνὸς οὑπίτριπτος· αἱ κνῆμαι δέ σου βοῶσιν ἰοὺ ἰού, τὰς χοίνικας καὶ τὰς πέδας ποθοῦσαι. Καρίων ἐν τῇ σορῷ νυνὶ λαχὸν τὸ γράμμα σου δικάζειν, σὺ δʼ οὐ βαδίζεις, ὁ δὲ Χάρων τὸ ξύμβολον δίδωσιν. Χορός διαρραγείης, ὡς μόθων εἶ καὶ φύσει κόβαλος, ὅστις φενακίζεις, φράσαι δʼ οὔπω τέτληκας ἡμῖν, οἳ πολλὰ μοχθήσαντες οὐκ οὔσης σχολῆς προθύμως δεῦρʼ ἤλθομεν, πολλῶν θύμων ῥίζας διεκπερῶντες. Καρίων ἀλλʼ οὐκέτʼ ἂν κρύψαιμι. τὸν Πλοῦτον γὰρ ὦνδρες ἥκει ἄγων ὁ δεσπότης, ὃς ὑμᾶς πλουσίους ποιήσει. Χορός ὄντως γὰρ ἔστι πλουσίοις ἡμῖν ἅπασιν εἶναι; Καρίων νὴ τοὺς θεοὺς Μίδαις μὲν οὖν, ἢν ὦτʼ ὄνου λάβητε. Χορός ὡς ἥδομαι καὶ τέρπομαι καὶ βούλομαι χορεῦσαι ὑφʼ ἡδονῆς, εἴπερ λέγεις ὄντως σὺ ταῦτʼ ἀληθῆ. Καρίων καὶ μὴν ἐγὼ βουλήσομαι θρεττανελὸ τὸν Κύκλωπα μιμούμενος καὶ τοῖν ποδοῖν ὡδὶ παρενσαλεύων ὑμᾶς ἄγειν. ἀλλʼ εἶα τέκεα θαμίνʼ ἐπαναβοῶντες βληχώμενοί τε προβατίων αἰγῶν τε κιναβρώντων μέλη ἕπεσθʼ ἀπεψωλημένοι· τράγοι δʼ ἀκρατιεῖσθε. Χορός ἡμεῖς δέ γʼ αὖ ζητήσομεν θρεττανελὸ τὸν Κύκλωπα βληχώμενοι, σὲ τουτονὶ πεινῶντα καταλαβόντες, πήραν ἔχοντα λάχανά τʼ ἄγρια δροσερά, κραιπαλῶντα ἡγούμενον τοῖς προβατίοις, εἰκῇ δὲ καταδαρθόντα που μέγαν λαβόντες ἡμμένον σφηκίσκον ἐκτυφλῶσαι. Καρίων ἐγὼ δὲ τὴν Κίρκην γε τὴν τὰ φάρμακʼ ἀνακυκῶσαν, ἣ τοὺς ἑταίρους τοῦ Φιλωνίδου ποτʼ ἐν Κορίνθῳ