γυμνὸς θύραζʼ ἐξέπεσον ἐν ἀκαρεῖ χρόνου. Χρεμύλος μετρίου γὰρ ἀνδρὸς οὐκ ἐπέτυχες πώποτε. ἐγὼ δὲ τούτου τοῦ τρόπου πώς εἰμʼ ἀεί, χαίρω τε γὰρ φειδόμενος ὡς οὐδεὶς ἀνὴρ πάλιν τʼ ἀναλῶν, ἡνίκʼ ἂν τούτου δέῃ. ἀλλʼ εἰσίωμεν, ὡς ἰδεῖν σε βούλομαι καὶ τὴν γυναῖκα καὶ τὸν υἱὸν τὸν μόνον, ὃν ἑγὼ φιλῶ μάλιστα μετὰ σέ. Πλοῦτος πείθομαι. Χρεμύλος τί γὰρ ἄν τις οὐχὶ πρὸς σὲ τἀληθῆ λέγοι; Καρίων ὦ πολλὰ δὴ τῷ δεσπότῃ ταὐτὸν θύμον φαγόντες, ἄνδρες φίλοι καὶ δημόται καὶ τοῦ πονεῖν ἐρασταί, ἴτʼ ἐγκονεῖτε σπεύδεθʼ, ὡς ὁ καιρὸς οὐχὶ μέλλειν, ἀλλʼ ἔστʼ ἐπʼ αὐτῆς τῆς ἀκμῆς, ᾗ δεῖ παρόντʼ ἀμύνειν. Χορός οὔκουν ὁρᾷς ὁρμωμένους ἡμᾶς πάλαι προθύμως, ὡς εἰκός ἐστιν ἀσθενεῖς γέροντας ἄνδρας ἤδη; σὺ δʼ ἀξιοῖς ἴσως με θεῖν, πρὶν ταῦτα καὶ φράσαι μοι ὅτου χάριν μʼ ὁ δεσπότης ὁ σὸς κέκληκε δῦρο. Καρίων οὔκουν πάλαι δήπου λέγω; σὺ δʼ αὐτὸς οὐκ ἀκούεις. ὁ δεσπότης γάρ φησιν ὑμᾶς ἡδέως ἅπαντας ψυχροῦ βίου καὶ δυσκόλου ζήσειν ἀπαλλαγέντας. Χορός ἔστιν δὲ δὴ τί καὶ πόθεν τὸ πρᾶγμα τοῦθʼ ὅ φησιν; Καρίων ἔχων ἀφῖκται δεῦρο πρεσβύτην τινʼ ὦ πόνηροι ῥυπῶντα κυφὸν ἄθλιον ῥυσὸν μαδῶντα νωδόν· οἶμαι δὲ νὴ τὸν οὐρανὸν καὶ ψωλὸν αὐτὸν εἶναι. Χορός ὦ χρυσὸν ἀγγείλας ἐπῶν πῶς φῄς; πάλιν φράσον μοι. δηλοῖς γὰρ αὐτὸν σωρὸν ἥκειν χρημάτων ἔχοντα. Καρίων πρεσβυτικῶν μὲν οὖν κακῶν ἔγωγʼ ἔχοντα σωρόν. Χορός μῶν ἀξιοῖς φενακίσας ἔπειτʼ ἀπαλλαγῆναι ἀζήμιος, καὶ ταῦτʼ ἐμοῦ βακτηρίαν ἔχοντος;