ἐγὼ γάρ, εὖ τοῦτʼ ἴσθι, κεἰ δεῖ μʼ ἀποθανεῖν, αὐτὸς διαπράξω ταῦτα. Καρίων κἂν βούλῃ γʼ, ἐγώ. Χρεμύλος πολλοὶ δʼ ἔσονται χἄτεροι νῷν ξύμμαχοι, ὅσοις δικαίοις οὖσιν οὐκ ἦν ἄλφιτα. Πλοῦτος παπαῖ πονηρούς γʼ εἶπας ἡμῖν συμμάχους. Χρεμύλος οὐκ ἤν γε πλουτήσωσιν ἐξ ἀρχῆς πάλιν. ἀλλʼ ἴθι σὺ μὲν ταχέως δραμών— Καρίων τί δρῶ; λέγε. Χρεμύλος τοὺς ξυγγεώργους κάλεσον, εὑρήσεις δʼ ἴσως ἐν τοῖς ἀγροῖς αὐτοὺς ταλαιπωρουμένους, ὅπως ἂν ἴσον ἕκαστος ἐνταυθοῖ παρὼν ἡμῖν μετάσχῃ τοῦδε τοῦ Πλούτου μέρος. Καρίων καὶ δὴ βαδίζω· τουτοδὶ τὸ κρεᾴδιον τῶν ἔνδοθέν τις εἰσενεγκάτω λαβών. Χρεμύλος ἐμοὶ μελήσει τοῦτό γʼ· ἀλλʼ ἀνύσας τρέχε. σὺ δʼ ὦ κράτιστε Πλοῦτε πάντων δαιμόνων εἴσω μετʼ ἐμοῦ δεῦρʼ εἴσιθʼ· ἡ γὰρ οἰκία αὕτη ʼστὶν ἣν δεῖ χρημάτων σε τήμερον μεστὴν ποιῆσαι καὶ δικαίως κἀδίκως. Πλοῦτος ἀλλʼ ἄχθομαι μὲν εἰσιὼν νὴ τοὺς θεοὺς εἰς οἰκίαν ἑκάστοτʼ ἀλλοτρίαν πάνυ· ἀγαθὸν γὰρ ἀπέλαυσʼ οὐδὲν αὐτοῦ πώποτε. ἢν μὲν γὰρ ὡς φειδωλὸν εἰσελθὼν τύχω, εὐθὺς κατώρυξέν με κατὰ τῆς γῆς κάτω· κἄν τις προσέλθῃ χρηστὸς ἄνθρωπος φίλος αἰτῶν λαβεῖν τι σμικρὸν ἀργυρίδιον, ἔξαρνός ἐστι μηδʼ ἰδεῖν με πώποτε. ἢν δʼ ὡς παραπλῆγʼ ἄνθρωπον εἰσελθὼν τύχω, πόρναισι καὶ κύβοισι παραβεβλημένος