μάζης Χρεμύλος στρατηγίας Καρίων φακῆς· Χρεμύλος σοῦ δʼ ἐγένετʼ οὐδεὶς μεστὸς οὐδεπώποτε. ἀλλʼ ἢν τάλαντά τις λάβῃ τριακαίδεκα, πολὺ μᾶλλον ἐπιθυμεῖ λαβεῖν ἑκκαίδεκα· κἂν ταῦτʼ ἀνύσηται, τετταράκοντα βούλεται, ἤ φησιν εἶν ἀβίωτον αὑτῷ τὸν βίον. Πλοῦτος εὖ τοι λέγειν ἔμοιγε φαίνεσθον πάνυ· πλὴν ἓν μόνον δέδοικα. Χρεμύλος φράζε τοῦ πέρι; Πλοῦτος ὅπως ἐγὼ τὴν δύναμιν ἣν ὑμεῖς φατε ἔχειν με, ταύτης δεσπότης γενήσομαι. Χρεμύλος νὴ τὸν Δίʼ ἀλλὰ καὶ λέγουσι πάντες ὡς δειλότατόν ἐσθʼ ὁ Πλοῦτος. Πλοῦτος ἥκιστʼ, ἀλλά με τοιχωρύχος τις διέβαλʼ. ἐσδὺς γάρ ποτε οὐκ εἶχεν ἐς τὴν οἰκίαν οὐδὲν λαβεῖν, εὑρὼν ἁπαξάπαντα κατακεκλῃμένα· εἶτʼ ὠνόμασέ μου τὴν πρόνοιαν δειλίαν. Χρεμύλος μή νυν μελέτω σοι μηδέν· ὡς ἐὰν γένῃ ἀνὴρ πρόθυμος αὐτὸς ἐς τὰ πράγματα, βλέποντʼ ἀποδείξω σʼ ὀξύτερον τοῦ Λυγκέως. Πλοῦτος πῶς οὖν δυνήσει τοῦτο δρᾶσαι θνητὸς ὤν; Χρεμύλος ἔχω τινʼ ἀγαθὴν ἐλπίδʼ ἐξ ὧν εἶπέ μοι ὁ Φοῖβος αὐτὸς Πυθικὴν σείσας δάφνην. Πλοῦτος κἀκεῖνος οὖν σύνοιδε ταῦτα; Χρεμύλος φήμʼ ἐγώ. Πλοῦτος ὁρᾶτε. Χρεμύλος μὴ φρόντιζε μηδὲν ὦγαθέ.