μέγας δὲ βασιλεὺς οὐχὶ διὰ τοῦτον κομᾷ; Χρεμύλος ἐκκλησία δʼ οὐχὶ διὰ τοῦτον γίγνεται; Καρίων τί δέ; τὰς τριήρεις οὐ σὺ πληροῖς; εἰπέ μοι. Χρεμύλος τὸ δʼ ἐν Κορίνθῳ ξενικὸν οὐχ οὗτος τρέφει; Καρίων ὁ Πάμφιλος δʼ οὐχι διὰ τοῦτον κλαύσεται; Χρεμύλος ὁ βελονοπώλης δʼ οὐχὶ μετὰ τοῦ Παμφίλου; Καρίων Ἀγύρριος δʼ οὐχὶ διὰ τοῦτον πέρδεται; Χρεμύλος Φιλέψιος δʼ οὐχ ἕνεκα σοῦ μύθους λέγει; Καρίων ἡ ξυμμαχία δʼ οὐ διὰ σὲ τοῖς Αἰγυπτίοις; Χρεμύλος ἐρᾷ δὲ Λαῒς οὐ διὰ σὲ Φιλωνίδου; Καρίων ὁ Τιμοθέου δὲ πύργος— Χρεμύλος ἐμπέσοι γέ σοι. τὰ δὲ πράγματʼ οὐχὶ διὰ σὲ πάντα πράττεται; μονώτατος γὰρ εἶ σὺ πάντων αἴτιος καὶ τῶν κακῶν καὶ τῶν ἀγαθῶν, εὖ ἴσθʼ ὅτι. Καρίων κρατοῦσι γοῦν κἀν τοῖς πολέμοις ἑκάστοτε, ἐφʼ οἷς οὗτος ἐπικαθέζηται μόνον. Πλοῦτος ἐγὼ τοσαῦτα δυνατός εἰμʼ εἷς ὢν ποιεῖν; Χρεμύλος καὶ ναὶ μὰ Δία τούτων γε πολλῷ πλείονα· ὥστʼ οὐδὲ μεστὸς σοῦ γέγονʼ οὐδεὶς πώποτε. τῶν μὲν γὰρ ἄλλων ἐστὶ πάντων πλησμονή, ἔρωτος Καρίων ἄρτων Χρεμύλος μουσικῆς Καρίων τραγημάτων Χρεμύλος τιμῆς Καρίων πλακούντων Χρεμύλος ἀνδραγαθίας Καρίων ἰσχάδων Χρεμύλος φιλοτιμίας