φήμʼ ἐγώ. καὶ νὴ Δίʼ εἴ τί γʼ ἔστι λαμπρὸν καὶ καλὸν ἢ χαρίεν ἀνθρώποισι, διὰ σὲ γίγνεται. ἅπαντα τῷ πλουτεῖν γάρ ἐσθʼ ὑπήκοα. Καρίων ἔγωγέ τοι διὰ μικρὸν ἀργυρίδιον δοῦλος γεγένημαι, διὰ τὸ μὴ πλουτεῖν ἴσως. Χρεμύλος καὶ τάς γʼ ἑταίρας φασὶ τὰς Κορινθίας, ὅταν μὲν αὐτάς τις πένης πειρῶν τύχῃ, οὐδὲ προσέχειν τὸν νοῦν, ἐὰν δὲ πλούσιος, τὸν πρωκτὸν αὐτὰς εὐθὺς ὡς τοῦτον τρέπειν. Καρίων καὶ τούς γε παῖδάς φασι ταὐτὸ τοῦτο δρᾶν οὐ τῶν ἐραστῶν ἀλλὰ τἀργυρίου χάριν. Χρεμύλος οὐ τούς γε χρηστούς, ἀλλὰ τοὺς πόρνους· ἐπεὶ αἰτοῦσιν οὐκ ἀργύριον οἱ χρηστοί. Καρίων τί δαί; Χρεμύλος ὁ μὲν ἵππον ἀγαθόν, ὁ δὲ κύνας θηρευτικάς. Καρίων αἰσχυνόμενοι γὰρ ἀργύριον αἰτεῖν ἴσως ὀνόματι περιπέττουσι τὴν μοχθηρίαν. Χρεμύλος τέχναι δὲ πᾶσαι διὰ σὲ καὶ σοφίσματα ἐν τοῖσιν ἀνθρώποισίν ἐσθʼ ηὑρημένα. ὁ μὲν γὰρ ἡμῶν σκυτοτομεῖ καθήμενος· Καρίων ἕτερος δὲ χαλκεύει τις, ὁ δὲ τεκταίνεται· Χρεμύλος ὁ δὲ χρυσοχοεῖ γε χρυσίον παρὰ σοῦ λαβών· Καρίων ὁ δὲ λωποδυτεῖ γε νὴ Δίʼ, ὁ δὲ τοιχωρυχεῖ· Χρεμύλος ὁ δὲ γναφεύει γʼ· Καρίων ὁ δέ γε πλύνει κῴδια· Χρεμύλος ὁ δὲ βυρσοδεψεῖ γʼ· Καρίων ὁ δέ γε πωλεῖ κρόμμυα· Χρεμύλος ὁ δʼ ἁλούς γε μοιχὸς διὰ σέ που παρατίλλεται. Πλοῦτος οἴμοι τάλας ταυτί μʼ ἐλάνθανεν πάλαι.