οὐκ οἶδʼ· ἐγὼ δʼ ἐκεῖνον ὀρρωδῶ πάνυ. Χρεμύλος ἄληθες ὦ δειλότατε πάντων δαιμόνων; οἴει γὰρ εἶναι τὴν Διὸς τυραννίδα καὶ τοὺς κεραυνοὺς ἀξίους τριωβόλου, ἐὰν ἀναβλέψῃς σὺ κἂν σμικρὸν χρόνον; Πλοῦτος ἆ μὴ λέγʼ ὦ πόνηρε ταῦτʼ. Χρεμύλος ἔχʼ ἥσυχος. ἐγὼ γὰρ ἀποδείξω σε τοῦ Διὸς πολὺ μεῖζον δυνάμενον. Πλοῦτος ἐμὲ σύ; Χρεμύλος νὴ τὸν οὐρανόν. αὐτίκα γὰρ ἄρχει διὰ τίνʼ ὁ Ζεὺς τῶν θεῶν; Καρίων διὰ τἀργύριον· πλεῖστον γάρ ἐστʼ αὐτῷ. Χρεμύλος φέρε τίς οὖν ὁ παρέχων ἐστὶν αὐτῷ τοῦθʼ; Καρίων ὁδί. Χρεμύλος θύουσι δʼ αὐτῷ διὰ τίνʼ; οὐ διὰ τουτονί; Καρίων καὶ νὴ Δίʼ εὔχονταί γε πλουτεῖν ἄντικρυς. Χρεμύλος οὔκουν ὅδʼ ἐστὶν αἴτιος καὶ ῥᾳδίως παύσειεν, εἰ βούλοιτο, ταῦτʼ ἄν; Πλοῦτος ὅτι τί δή; Χρεμύλος ὅτι οὐδʼ ἂν εἷς θύσειεν ἀνθρώπων ἔτι, οὐ βοῦν ἄν, οὐχὶ ψαιστόν, οὐκ ἄλλʼ οὐδὲ ἕν, μὴ βουλομένου σοῦ. Πλοῦτος πῶς; Χρεμύλος ὅπως; οὐκ ἔσθʼ ὅπως ὠνήσεται δήπουθεν, ἢν σὺ μὴ παρὼν αὐτὸς διδῷς τἀργύριον· ὥστε τοῦ Διὸς τὴν δύνομιν, ἢν λυπῇ τι, καταλύσεις μόνος. Πλοῦτος τί λέγεις; διʼ ἐμὲ θύουσιν αὐτῷ;