ἵνʼ εὐθέως διακονικὸς εἶναι δοκῇς. Χοροῦ Ἱερεύς τίς ἂν φράσειε ποῦ ʼστι Χρεμύλος μοι σαφῶς; Χρεμύλος τί δʼ ἔστιν ὦ βέλτιστε; Ἱερεύς τί γὰρ ἀλλʼ ἢ κακῶς; ἀφʼ οὗ γὰρ ὁ Πλοῦτος οὗτος ἤρξατο βλέπειν, ἀπόλωλʼ ὑπὸ λιμοῦ. καταφαγεῖν γὰρ οὐκ ἔχω, καὶ ταῦτα τοῦ σωτῆρος ἱερεὺς ὢν Διός. Χρεμύλος ἡ δʼ αἰτία τίς ἐστιν ὦ πρὸς τῶν θεῶν; Ἱερεύς θύειν ἔτʼ οὐδεὶς ἀξιοῖ. Χρεμύλος τίνος οὕνεκα; Ἱερεύς ὅτι πάντες εἰσὶ πλούσιοι· καίτοι τότε, ὅτʼ εἶχον οὐδέν, ὁ μὲν ἂν ἥκων ἔμπορος ἔθυσεν ἱερεῖόν τι σωθείς, ὁ δέ τις ἂν δίκην ἀποφυγών, ὁ δʼ ἂν ἐκαλλιερεῖτό τις κἀμέ γʼ ἐκάλει τὸν ἱερέα· νῦν δʼ οὐδὲ εἷς θύει τὸ παράπαν οὐδὲν οὐδʼ εἰσέρχεται, πλὴν ἀποπατησόμενοί γε πλεῖν ἢ μύριοι. Χρεμύλος οὔκουν τὰ νομιζόμενα σὺ τούτων λαμβάνεις; Ἱερεύς τὸν οὖν Δία τὸν σωτῆρα καὐτός μοι δοκῶ χαίρειν ἐάσας ἐνθάδʼ αὐτοῦ καταμένειν. Χρεμύλος θάρρει· καλῶς ἔσται γάρ, ἢν θεὸς θέλῃ. ὁ Ζεὺς ὁ σωτὴρ γὰρ πάρεστιν ἐνθάδε, αὐτόματος ἥκων. Ἱερεύς πάντʼ ἀγαθὰ τοίνυν λέγεις. Χρεμύλος ἱδρυσόμεθʼ οὖν αὐτίκα μάλʼ, ἀλλὰ περίμενε τὸν Πλοῦτον, οὗπερ πρότερον ἦν ἱδρυμένος τὸν ὀπισθόδομον ἀεὶ φυλάττων τῆς θεοῦ. ἀλλʼ ἐκδότω τις δεῦρο δᾷδας ἡμμένας, ἵνʼ ἔχων προηγῇ τῷ θεῷ σύ. Ἱερεύς πάνυ μὲν οὖν