σπεύδουσιν ἐν πολλοῖς γεγράφθαι γράμμασιν. Ἑρμῆς οὐκοῦν ἐπὶ τούτοις εἰσίω; Καρίων καὶ πλῦνέ γε αὐτὸς προσελθὼν πρὸς τὸ φρέαρ τὰς κοιλίας, ἵνʼ εὐθέως διακονικὸς εἶναι δοκῇς. Χοροῦ Ἱερεύς τίς ἂν φράσειε ποῦ ʼστι Χρεμύλος μοι σαφῶς; Χρεμύλος τί δʼ ἔστιν ὦ βέλτιστε; Ἱερεύς τί γὰρ ἀλλʼ ἢ κακῶς; ἀφʼ οὗ γὰρ ὁ Πλοῦτος οὗτος ἤρξατο βλέπειν, ἀπόλωλʼ ὑπὸ λιμοῦ. καταφαγεῖν γὰρ οὐκ ἔχω, καὶ ταῦτα τοῦ σωτῆρος ἱερεὺς ὢν Διός. Χρεμύλος ἡ δʼ αἰτία τίς ἐστιν ὦ πρὸς τῶν θεῶν; Ἱερεύς θύειν ἔτʼ οὐδεὶς ἀξιοῖ. Χρεμύλος τίνος οὕνεκα; Ἱερεύς ὅτι πάντες εἰσὶ πλούσιοι· καίτοι τότε, ὅτʼ εἶχον οὐδέν, ὁ μὲν ἂν ἥκων ἔμπορος ἔθυσεν ἱερεῖόν τι σωθείς, ὁ δέ τις ἂν