μὰ τὴν Ἀφροδίτην οὐκ ἐμοῦ γʼ ὦ βδελυρὲ σύ. Χρεμύλος μὰ τὴν Ἑκάτην οὐ δῆτα· μαινοίμην γὰρ ἄν. ἀλλʼ ὦ νεανίσκʼ οὐκ ἐῶ τὴν μείρακα μισεῖν σε ταύτην. Νεανίας ἀλλʼ ἔγωγʼ ὑπερφιλῶ. Χρεμύλος καὶ μὴν κατηγορεῖ γέ σου. Νεανίας τί κατηγορεῖ; Χρεμύλος εἶναί σʼ ὑβριστήν φησι καὶ λέγειν ὅτι πάλαι ποτʼ ἦσαν ἄλκιμοι Μιλήσιοι. Νεανίας ἐγὼ περὶ ταύτης οὐ μαχοῦμαί σοι. Χρεμύλος τὸ τί; Νεανίας αἰσχυνόμενος τὴν ἡλικίαν τὴν σήν, ἐπεὶ οὐκ ἄν ποτʼ ἄλλῳ τοῦτʼ ἐπέτρεψʼ ἐγὼ ποιεῖν· νῦν δʼ ἄπιθι χαίρων συλλαβὼν τὴν μείρακα. Χρεμύλος οἶδʼ οἶδα τὸν νοῦν· οὐκέτʼ ἀξιοῖς ἴσως εἶναι μετʼ αὐτῆς. Γραῦς ὁ δʼ ἐπιτρέψων ἐστὶ τίς; Νεανίας οὐκ ἂν διαλεχθείην διεσπλεκωμένῃ ὑπὸ μυρίων ἐτῶν γε καὶ τρισχιλίων. Χρεμύλος ὅμως δʼ ἐπειδὴ καὶ τὸν οἶνον ἠξίους πίνειν, συνεκποτέʼ ἐστί σοι καὶ τὴν τρύγα. Νεανίας ἀλλʼ ἔστι κομιδῇ τρὺξ παλαιὰ καὶ σαπρά. Χρεμύλος οὐκοῦν τρύγοιπος ταῦτα πάντʼ ἰάσεται. Νεανίας ἀλλʼ εἴσιθʼ εἴσω· τῷ θεῷ γὰρ βούλομαι ἐλθὼν ἀναθεῖναι τοὺς στεφάνους τούσδʼ οὓς ἔχω. Γραῦς ἐγὼ δέ γʼ αὐτῷ καὶ φράσαι τι βούλομαι. Νεανίας ἐγὼ δέ γʼ οὐκ εἴσειμι. Χρεμύλος θάρρει, μὴ φοβοῦ. οὐ γὰρ βιάσεται. Νεανίας πάνυ καλῶς τοίνυν λέγεις.