τάλαινʼ ἐγὼ τῆς ὕβρεος ἧς ὑβρίζομαι. Χρεμύλος ἔοικε διὰ πολλοῦ χρόνου σʼ ἑορακέναι. Γραῦς ποίου χρόνου ταλάνταθʼ, ὃς παρʼ ἐμοὶ χθὲς ἦν; Χρεμύλος τοὐναντίον πέπονθε τοῖς πολλοῖς ἄρα· μεθύων γάρ, ὡς ἔικεν, ὀξύτερον βλέπει. Γραῦς οὔκ, ἀλλʼ ἀκόλαστός ἐστιν ἀεὶ τοὺς τρόπους. Νεανίας ὦ Ποντοπόσειδον καὶ θεοὶ πρεσβυτικοί, ἐν τῷ προσώπῳ τῶν ῥυτίδων ὅσας ἔχει. Γραῦς ἆ ἆ, τὴν δᾷδα μή μοι πρόσφερʼ. Χρεμύλος εὖ μέντοι λέγει. ἐὰν γὰρ αὐτὴν εἷς μόνος σπινθὴρ λάβῃ ὥσπερ παλαιὰν εἰρεσιώνην καύσεται. Νεανίας βούλει διὰ χρόνου πρός με παῖσαι; Γραῦς ποῖ τάλαν; Νεανίας αὐτοῦ, λαβοῦσα κάρυα. Γραῦς παιδιὰν τίνα; Νεανίας πόσους ἔχεις ὀδόντας. Χρεμύλος ἀλλὰ γνώσομαι κἄγωγʼ· ἔχει γὰρ τρεῖς ἴσως ἢ τέτταρας. Νεανίας ἀπότεισον· ἕνα γὰρ γόμφιον μόνον φορεῖ. Γραῦς ταλάντατʼ ἀνδρῶν οὐχ ὑγιαίνειν μοι δοκεῖς, πλυνόν με ποιῶν ἐν τοσούτοις ἀνδράσιν. Νεανίας ὄναιο μέντἄν, εἴ τις ἐκπλύνειέ σε. Χρεμύλος οὐ δῆτʼ, ἐπεὶ νῦν μὲν καπηλικῶς ἔχει, εἰ δʼ ἐκπλυνεῖται τοῦτο τὸ ψιμύθιον, ὄψει κατάδηλα τοῦ προσώπου τὰ ῥάκη. Γραῦς γέρων ἀνὴρ ὢν οὐχ ὑγιαίνειν μοι δοκεῖς. Νεανίας πειρᾷ μὲν οὖν ἴσως σε καὶ τῶν τιτθίων ἐφάπτεταί σου λανθάνειν δοκῶν ἐμέ.