μόνος γὰρ ἥδεθʼ, ὡς ἔοικεν, ἐσθίων. Γραῦς καὶ τάς γε χεῖρας παγκάλας ἔχειν μʼ ἔθη. Χρεμύλος ὁπότε προτείνοιέν γε δραχμὰς εἴκοσιν. Γραῦς ὄζειν τε τῆς χρόας ἔφασκεν ἡδύ μου. Χρεμύλος εἰ Θάσιον ἐνέχεις, εἰκότως γε νὴ Δία. Γραῦς τὸ βλέμμα θʼ ὡς ἔχοιμι μαλακὸν καὶ καλόν. Χρεμύλος οὐ σκαιὸς ἦν ἄνθρωπος, ἀλλʼ ἠπίστατο γραὸς καπρώσης τἀφόδια κατεσθίειν. Γραῦς ταῦτʼ οὖν ὁ θεὸς ὦ φίλʼ ἄνερ οὐκ ὀρθῶς ποιεῖ, φάσκων βοηθεῖν τοῖς ἀδικουμένοις ἀεί. Χρεμύλος τί γὰρ ποιήσει; φράζε, καὶ πεπράξεται. Γραῦς ἀναγκάσαι δίκαιόν ἐστι νὴ Δία τὸν εὖ παθόνθʼ ὑπʼ ἐμοῦ πάλιν μʼ ἀντευποιεῖν, ἢ μηδʼ ὁτιοῦν ἀγαθὸν δίκαιόν ἐστʼ ἔχειν. Χρεμύλος οὔκουν καθʼ ἑκάστην ἀπεδίδου τὴν νύκτα σοι; Γραῦς ἀλλʼ οὐδέποτέ με ζῶσαν ἀπολείψειν ἔφη. Χρεμύλος ὀρθῶς γε· νῦν δέ γʼ οὐκέτι ζῆν σʼ οἴεται. Γραῦς ὑπὸ τοῦ γὰρ ἄλγους κατατέτηκʼ ὦ φίλτατε. Χρεμύλος οὐκ ἀλλὰ κατασέσηπας, ὥς γʼ ἐμοὶ δοκεῖς. Γραῦς διὰ δακτυλίου μὲν οὖν ἔμεγʼ ἂν διελκύσαις. Χρεμύλος εἰ τυγχάνοι γʼ ὁ δακτύλιος ὢν τηλία. Γραῦς καὶ μὴν τὸ μειράκιον τοδὶ προσέρχεται, οὗπερ πάλαι κατηγοροῦσα τυγχάνω· ἔοικε δʼ ἐπὶ κῶμον βαδίζειν. Χρεμύλος φαίνεται. στέφανόν γέ τοι καὶ δᾷδʼ ἔχων πορεύεται. Νεανίας ἀσπάζομαί σε. Γραῦς τί φησιν; Νεανίας ἀρχαία φίλη, πολιὰ γεγένησαι ταχύ γε νὴ τὸν οὐρανόν.