ὑμᾶς, ἐπειδὴ συλλελεγμένας ὁρῶ, ὅσα Σκίροις ἔδοξεν εἰ δεδράκατε. Γυνὴ Α ἔγωγε. πρῶτον μέν γʼ ἔχω τὰς μασχάλας λόχμης δασυτέρας, καθάπερ ἦν ξυγκείμενον· ἔπειθʼ ὁπόθʼ ἁνὴρ εἰς ἀγορὰν οἴχοιτό μου, ἀλειψαμένη τὸ σῶμʼ ὅλον διʼ ἡμέρας ἐχραινόμην ἑστῶσα πρὸς τὸν ἥλιον. Γυνὴ Β κἄγωγε· τὸ ξυρὸν δέ γʼ ἐκ τῆς οἰκίας ἔρριψα πρῶτον, ἵνα δασυνθείην ὅλη καὶ μηδὲν εἴην ἔτι γυναικὶ προσφερής. Πραξάγορα ἔχετε δὲ τοὺς πώγωνας, οὓς εἴρητʼ ἔχειν πάσαισιν ἡμῖν, ὁπότε συλλεγοίμεθα; Γυνὴ Α νὴ τὴν Ἑκάτην καλόν γʼ ἔγωγε τουτονί. Γυνὴ Β κἄγωγʼ Ἑπικράτους οὐκ ὀλίγῳ καλλίονα. Πραξάγορα ὑμεῖς δὲ τί φατε; Γυνὴ Α φασί· κατανεύουσι γάρ. Πραξάγορα καὶ μὴν τά γʼ ἄλλʼ ὑμῖν ὁρῶ πεπραγμένα. Λακωνικὰς γὰρ ἔχετε καὶ βακτηρίας καὶ θαἰμάτια τἀνδρεῖα, καθάπερ εἴπομεν. Γυνὴ Α ἔγωγέ τοι τὸ σκύταλον ἐξηνεγκάμην τὸ τοῦ Λαμίου τουτὶ καθεύδοντος λάθρᾳ. Γυνὴ Β τοῦτʼ ἔστʼ ἐκείνων τῶν σκυτάλων ὧν πέρδεται. Πραξάγορα νὴ τὸν Δία τὸν σωτῆρʼ ἐπιτήδειός γʼ ἂν ἦν τὴν τοῦ πανόπτου διφθέραν ἐνημμένος εἴπερ τις ἄλλος βουκολεῖν τὸ δήμιον. ἀλλʼ ἄγεθʼ ὅπως καὶ τἀπὶ τούτοις δράσομεν, ἕως ἔτʼ ἐστὶν ἄστρα κατὰ τὸν οὐρανόν· ἡκκλησία δʼ, εἰς ἣν παρεσκευάσμεθα ἡμεῖς βαδίζειν, ἐξ ἕω γενήσεται. Γυνὴ Α νὴ τὸν Δίʼ ὥστε δεῖ σε καταλαβεῖν ἕδρας