μηδαμῶς πρὸς τῶν θεῶν τουτὶ ποιήσῃς μηδʼ ἀφέλῃ μου τὸν βίον. Ἀνήρ ὦ δαιμόνιʼ ἀνδρῶν τὴν γυναῖκʼ ἔα λέγειν. Πραξάγορα μὴ λωποδυτῆσαι, μὴ φθονεῖν τοῖς πλησίον, μὴ γυμνὸν εἶναι μὴ πένητα μηδένα, μὴ λοιδορεῖσθαι, μὴ ʼνεχυραζόμενον φέρειν. Ἀνήρ νὴ τὸν Ποσειδῶ μεγάλα γʼ, εἰ μὴ ψεύσεται. Πραξάγορα ἀλλʼ ἀποφανῶ τοῦθʼ, ὥστε σέ τέ μοι μαρτυρεῖν καὶ τοῦτον αὐτὸν μηδὲν ἀντειπεῖν ἐμοι. Χορὸς νῦν δὴ δεῖ σε πυκνὴν φρένα καὶ φιλόσοφον ἐγείρειν φροντίδʼ ἐπισταμένην ταῖσι φίλαισιν ἀμύνειν. καινὴ γὰρ ἐπʼ εὐτυχίαισιν ἔρχεται γλώττης ἐπίνοια πολίτην δῆμον ἐπαγλαϊοῦσα μυρίαισιν ὠφελίαισι βίου· δηλοῦν δʼ ὅ τί περ δύνασαι καιρός. δεῖται γάρ τοι σοφοῦ τινος ἐξευρήματος ἡ πόλις ἡμῶν. ἀλλὰ πέραινε μόνον μήτε δεδραμένα μήτʼ εἰρημένα πω πρότερον· μισοῦσι γὰρ ἢν τὰ παλαιὰ πολλάκις θεῶνται. Χορὸς ἀλλʼ οὐ μέλλειν, ἀλλʼ ἅπτεσθαι καὶ δὴ χρῆν ταῖς διανοίαις, ὡς τὸ ταχύνειν χαρίτων μετέχει πλεῖστον παρὰ τοῖσι θεαταῖς. Πραξάγορα καὶ μὴν ὅτι μὲν χρηστὰ διδάξω πιστεύω· τοὺς δὲ θεατάς, εἰ καινοτομεῖν ἐθελήσουσιν καὶ μὴ τοῖς ἠθάσι λίαν τοῖς τʼ ἀρχαίοις ἐνδιατρίβειν, τοῦτʼ ἔσθʼ ὃ μάλιστα δέδοικα. Βλέπυρος περὶ μὲν τοίνυν τοῦ καινοτομεῖν μὴ δείσῃς· τοῦτο γὰρ ἡμῖν δρᾶν ἀντʼ ἄλλης ἀρχῆς ἐστιν, τῶν δʼ ἀρχαίων ἀμελῆσαι. Πραξάγορα μή νυν πρότερον μηδεὶς ὑμῶν ἀντείπῃ μηδʼ ὑποκρούσῃ, πρὶν ἐπίστασθαι τὴν ἐπίνοιαν καὶ τοῦ φράζοντος ἀκοῦσαι. κοινωνεῖν γὰρ πάντας φήσω χρῆναι πάντων μετέχοντας